- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.10.65-5.10.66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门引述柏拉图的《书信集》《理想国》及使徒保罗的书信,论证神圣的智慧与本质不应随意记录或向大众公开,而应当根据受众心灵的成熟程度以奥秘的方式逐步传达。
Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ δι’ αἰνιγμάτων, ἵν’ ἤν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὁ γὰρ τῶν ὅλων θεὸς ὁ ὑπὲρ πᾶσαν φωνὴν καὶ πᾶν νόημα καὶ πᾶσαν ἔννοιαν οὐκ ἄν ποτε γραφῇ παραδοθείη, ἄρρητος ὢν δυνάμει τῇ αὑτοῦ. ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων· πρὸς ταῦτ’ οὖν σκοπῶν εὐλαβοῦ, μή ποτέ σοι μεταμελήσῃ τῶν νῦν ἀναξίως ἐκπεσόντων· μεγίστη δὲ φυλακὴ τὸ μὴ γράφειν, ἀλλ’ ἐκμανθάνειν· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν.1 ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν σῴζων ἐπίκρυψιν, ἀφ’ ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.
因此,柏拉图在《书信集》中论及神时也理所当然地说: “确实应当通过隐语向你说明, 以便即使书板在海洋或陆地的褶皱中遭遇不测,读到的人也不致理解。” 因为超越一切声音、一切思维和一切概念的万有之神,因其自身的力量是不可言说的,绝不可能被付诸文字。柏拉图也通过这番话表明了正是这一点: “因此,鉴于这些,你要谨慎,免得将来后悔于如今不当地流传出去的内容;最大的防范莫过于不落于文字,而是彻底背诵熟记;因为写下的东西是绝不可能、绝不可能不泄漏出去的。” 圣使徒保罗也说了与此相同的话,保留了先知的、确实是古老的隐蔽之法,希腊人优良的学说正是由此流淌而出的: “然而,在完全的人中,我们也讲智慧;但不是这世代的智慧,也不是这世代将要废弃的统治者的智慧;我们乃是在奥秘中讲神的智慧,就是那隐藏的智慧。”
ἔπειτα ὑποβὰς τὸ εὐλαβὲς τῆς εἰς τοὺς πολλοὺς τῶν λόγων ἐκφοιτήσεως ὧδέ πως διδάσκει· κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σαρκικοί. εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφὴ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἱονεὶ πρώτη ψυχῆς τροφὴ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτικὴ θεωρία· σάρκες αὗται καὶ αἷμα τοῦ λόγου, τουτέστι κατάληψις τῆς θείας δυνάμεως καὶ οὐσίας. γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος, φησίν· οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνευματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχὴ αὐτὴ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθη Πλάτωνα· βρῶσις γὰρ καὶ πόσις τοῦ θείου λόγου ἡ γνῶσίς ἐστι τῆς θείας οὐσίας. διὸ καί φησιν ἐν δευτέρῳ Πολιτείας ὁ Πλάτων· θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, οὕτω χρῆναι ζητεῖν2 περὶ θεοῦ. ὁ δὲ ἀπόστολος καὶ τὸ πάσχα ἡμῶν ἐτύθη γράφει Χριστός, ἄπορον ὡς ἀληθῶς θῦμα, υἱὸς θεοῦ ὑπὲρ ἡμῶν ἁγιαζόμενος.
接着,他更进一步,大致这样教导应当慎防道理散布于大众: “弟兄们,我从前对你们说话,不能把你们当作属灵的,只能把你们当作属肉体的,在基督里为婴孩的。我是用奶喂你们,没有用饭喂你们;因为那时你们不能吃,就是如今还是不能;因为你们仍是属肉体的。” 既然使徒把奶说成是婴孩的食物,而把干粮说成是完全之人的食物,那么奶就可以理解为要理问答,宛如灵魂的最初滋养,而干粮则是观照性的沉思;这些便是道的肉和血,也就是对神圣力量与本质的领会。 “你们要尝尝,便知道主是美善的,”他说;因为神就是这样将自己分赐给那些以更属灵的方式领受此类食物的人,按照热爱真理的柏拉图所说,正是当灵魂本身已在滋养自身的时候;因为对神圣之道的吃喝,就是对神圣本质的认识。因此柏拉图在《理想国》第二卷中也说: “在献上并非一头猪,而是某种伟大而难求的祭牲之后,”应当以此方式去探寻神的事。而使徒则写道: “我们逾越节的羔羊基督也已经被杀献祭了,”这是一头真正难求的祭牲,即为我们而奉献的神之子。
- 5.10.65οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν
在带否定词的无人称结构 οὐκ ἔστιν 后接不定式时,不定式前加上双重否定词 μὴ οὐ,表示强烈的肯定(“不可能不……”)。在此,τὰ γραφέντα 作不定式 ἐκπεσεῖν 的逻辑主语(宾格主语)。
- 5.10.66θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, οὕτω χρῆναι ζητεῖν
此处以间接引语形式引用了柏拉图《理想国》378A。不定式 χρῆναι(无人称动词 χρή 的不定式)支配不定式 ζητεῖν,而宾格分词 θυσαμένους 作为泛指动作发出者的逻辑主语,起表示条件或前置动作的状语作用(“在献祭之后……”)。
