- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.10.63-5.10.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免引用《巴拿巴书》、旧约经文及一部福音书中的言论,论证神的奥秘与诺斯替传习并非向所有人公开,而是只向少数合格者隐密传授。
Ἀλλὰ καὶ Βαρνάβας ὁ καὶ αὐτὸς συγκηρύξας τῷ ἀποστόλῳ κατὰ τὴν διακονίαν τῶν ἐθνῶν τὸν λόγον ἁπλούστερον φησὶν ὑμῖν γράφω, ἵνα συνιῆτε. εἶθ’ ὑποβὰς ἤδη σαφέστερον γνωστικῆς παραδόσεως ἴχνος παρατιθέμενος λέγει· τί λέγει ὁ ἄλλος προφήτης Μωυσῆς αὐτοῖς; ›ἰδοὺ τάδε λέγει κύριος ὁ θεός· εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος ὁ θεός, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι. τί λέγει ἡ γνῶσις; μάθετε. ἐλπίσατε, φησίν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν· ἄνθρωπος γὰρ γῆ ἐστι πάσχουσα· ἀπὸ προσώπου γὰρ γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο· τί οὖν λέγει· ›εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι‹; εὐλογητὸς ὁ κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ.1 λέγει γὰρ ὁ προφήτης· παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;‹ ἐπεὶ ὀλίγων ἐστὶ ταῦτα χωρῆσαι. οὐ γὰρ φθονῶν, φησί, παρήγγειλεν ὁ κύριος ἔν τινι εὐαγγελίῳ· μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου, ἐν τῷ ἀσφαλεῖ καὶ ἀμερίμνῳ τὴν ἐκλογὴν ποιούμενος, ἵνα τὰ οἰκεῖα ὧν εἵλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηται·2 ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ· τὸ δὲ ἀγνοεῖν τὸν πατέρα θάνατός ἐστιν, ὡς τὸ γνῶναι ζωὴ αἰώνιος κατὰ μετουσίαν τῆς τοῦ ἀφθάρτου δυνάμεως. καὶ τὸ μὲν μὴ φθείρεσθαι θειότητος μετέχειν ἐστί, φθορὰν δὲ ἡ ἀπὸ τῆς τοῦ θεοῦ γνώσεως ἀπόστασις παρέχει.
此外,在对外邦人的职分中与使徒一同宣讲真道的巴拿巴自己也说:“我给你们写得较为简明,好叫你们明白。”接着往下,他出示了诺斯替传习的更为明晰的痕迹,说道:“另一位先知摩西对他们说了什么呢?‘看哪,主神如此说:你们当进入主神起誓应许的美地,就是亚伯拉罕、以撒和雅各的神所起誓的,去承受那地为业,即流奶与蜜之地。’真知说了什么呢?你们当领会:‘你们当仰望,’他说,‘那将要在肉身中向你们显现的耶稣;因为人是受苦的泥土,因为亚当的受造乃是出于地表。’那么,‘进入美地,即流奶与蜜之地’究竟是何意呢?‘弟兄们,我们的主是应当称颂的,祂将关于祂奥秘事的智慧和聪明安置在我们里面。’因为先知说:‘若非有智慧、通达且爱他主的人,谁能领会主的比喻呢?’”因为领悟这些事只属于少数人。 “因为主并非出于嫉妒,”他说,“在某部福音书中吩咐道:‘我的奥秘属于我和我家里的儿子们’”,祂在安稳与无虑之中进行拣选,好让蒙拣选的群体在领受了与所选相称的事物之后,能超越于忌妒之上。因为凡没有关于善的知识的人便是恶的,因为“善的只有一位”,就是父;而不知晓父便是死亡,正如知晓祂乃是借由分享不朽者的权能而得永生。不朽坏便是分享神性,而背离神的知识则带来朽坏。
πάλιν ὁ προφήτης· καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, σκοτεινούς, ἀοράτους, ἵνα γνῶσιν ὅτι ἐγὼ κύριος ὁ θεός. τὰ εἰκότα τούτοις καὶ ὁ Δαβὶδ ψάλλει· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, τὸ γεγραμμένον ἄντικρυς, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν ἐπικεκρυμμένην μυστικῶς, καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ3 τῷ φήσαντι· ποιήσει τις κρύφα, καὶ οὐχὶ ἐπόψομαι αὐτόν; διὰ τοῦτο φωτισμὸς ἡ μαθητεία κέκληται ἡ τὰ κεκρυμμένα φανερώσασα, ἀποκαλύψαντος μόνου τοῦ διδασκάλου τὸ πῶμα τῆς κιβωτοῦ, ἔμπαλιν ἢ οἱ ποιηταὶ τὸν Δία φασὶ τὸν μὲν τῶν ἀγαθῶν πίθον ἐπιλαβεῖν, ἀνοῖξαι δὲ τὸν τῶν φαύλων. οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὐ γὰρ δι’ ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν· ὀλίγοις δὲ ἐκ τούτων καὶ τό, τίνα ταῦτά ἐστι4 τὰ ἐν μυστηρίῳ, δείκνυται.
先知又说:“并且我要将隐秘、幽暗、不可见的宝物赐给你,使他们知道我是主神。”大卫亦歌唱与此相类的事:“看哪,你喜爱真理;你将你智慧中隐密不显的事向我显明。”“天天发出言语”是指公开写明的事,“夜夜传出知识”是指神秘隐藏的事,“无话无语,其声不闻”,乃是指在对那位曾说“人岂能在隐密处行事,我却看不见他么”的神面前,没有不被听见的。为此,显明了隐密之事的弟子训导被称为“启蒙”,正是由于独有夫子揭开了宝箱的盖子——这与诗人们所言宙斯盖住盛装美善的坛子、却揭开盛装邪恶的坛子截然相反。 使徒说:“我知道我到你们那里去的时候,必带着基督丰盛的恩福而去,”他将“属灵的恩赐”与诺斯替传习称为“基督的丰满”,他切望在自己亲临且他们同在时将之分给他们(因为这些事无法通过书信来传达),“按着奥秘的启示,这奥秘在历代以来是隐藏的,如今却藉着先知的书,按着永生神的命令显明出来,在万国中传扬,使人顺服真道”——也就是说,传给外邦人中信从者,让他们知道这奥秘“存在”;然而在这之中,唯有少数人得以被指示那奥秘之中的事物究竟“是什么”。
- 5.10.63τῶν κρυφίων αὐτοῦ
修饰前文名词短语“σοφίαν καὶ νοῦν”(智慧与悟性)的宾格性属格,意为“关于祂隐密之事的智慧与悟性”。
- 5.10.63ἵνα τὰ οἰκεῖα ὧν εἵλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηται
阴性单数主格分词“λαβοῦσα”与拟人化的前文名词“τὴν ἐκλογὴν”(拣选/蒙选群体)一致。“ὧν”为关系代词受先行词省略结构(“ἐκείνων ἅ”)吸引而来的属格引申,整句意为“领受了与所选之物相称的事物”。
- 5.10.64ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ
革利免在引用《诗篇》19:3(七十士译本18:4)的文句“ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν”之后,加上了关涉与格“τῷ θεῷ”,从而将原诗句“其声音不被听见”转义阐释为:在鉴察隐秘之事的“神面前”,没有任何言语之声是不被听见的。
- 5.10.64ὅτι ἐστίν· ὀλίγοις δὲ ἐκ τούτων καὶ τό, τίνα ταῦτά ἐστι
“ὅτι ἐστίν”(它存在)与“τίνα ταῦτά ἐστι”(这些事是什么)之间的哲学性对置。在阐释使徒书信时,革利免借此确立了两个层次:向外邦信徒普遍传明的是该奥秘的“存在(事实)”,而向少数完全者显明其“本质(内容)”。
