- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.1.8-5.1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门引述使徒保罗与先知耶利米的话语来阐明信仰优于世俗智慧,并结合亚伯拉罕改名的寓意解说以及恩培多克勒、赫拉克利特和柏拉图关于终末火水洁净的论述,来确立对真理的信仰。
ποῦ τοίνυν γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; φησί. καὶ πάλιν· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι.1 παγκάλως γοῦν Ἱερεμίας φησί· τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους αἰωνίας, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. ἐρωτήσατε, φησί, καὶ πύθεσθε παρὰ τῶν εἰδότων ἀφιλονίκως καὶ ἀδηρίτως. μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ. εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο. τῷ δὲ Ἀβραὰμ πιστεύσαντι δικαιοσύνη ἐλογίσθη. οὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ὃ μεθερμηνεύεται πατὴρ μετέωρος· ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον, εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς καὶ φιλόθεος γενόμενος. ἑρμηνεύεται μὲν γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς· ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς, ἐξειλεγμένος δὲ ὁ τοῦ σπουδαίου νοῦς.
“那么,文士在哪里?这世代的辩士在哪里?神岂不是使这世上的智慧变成愚拙了吗?”他说道。又说:“我要灭绝智慧人的智慧,废弃聪明人的聪明”,显然这是指那些自命聪明者与好争辩者。耶利米确实极佳地说道:“耶和华如此说:你们当站在道旁,访问古道,哪是善道,便行在其间;这样,你们的心灵必得洁净。” “你们当访问”,他说道,当毫无好胜与毫无纷争地向知情者请教。因此,一旦懂得了真理之路,我们就当径直前行,毫不回顾,直到与我们所企盼者相遇。所以,罗马人的国王(名叫努马)作为毕达哥拉斯派,成为全人类中首个建立“信义”与“和平”神殿的人,乃是合情合理的。 “亚伯拉罕信了,这就算为他的义。”此人在追求空气中所发生现象的高空哲学以及运行于天空的诸天体的气象哲学时,被称为“亚伯兰”,这翻译为“高翔之父”;但后来他仰望天空,无论是如某些人解释的那样在灵中看到了圣子,还是看到了一位荣耀的天使,抑或以其他方式认识了那超越受造物及其内部一切秩序的神,他便加上了阿尔法这个字母,即对独一真神的认识,并被称为“亚伯拉罕”,从一个自然哲学家变成了智慧且敬爱神的人。因为这名字被诠释为“响音的被选之父”;因为发声的话语产生响音,而此话语之父乃是心灵,那卓越者的心灵便是被选拔的心灵。
Καί μοι σφόδρα ἐπαινεῖν ἔπεισι τὸν Ἀκραγαντῖνον ποιητὴν ἐξυμνοῦντα τὴν πίστιν ὧδέ πως· "ὦ φίλοι, οἶδα μὲν οὕνεκ’ ἀληθείη παρὰ μύθοις, οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη ἥ γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή." διὰ τοῦτο καὶ ὁ ἀπόστολος παρακαλεῖ, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων τῶν πείθειν ἐπαγγελλομένων, ἀλλ’ ἐν δυνάμει θεοῦ, τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως σῴζειν δυναμένῃ. † δοκεόντων γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσειν·2 καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας, ὁ Ἐφέσιός φησιν. οἶδεν γὰρ καὶ οὗτος ἐκ τῆς βαρβάρου φιλοσοφίας μαθὼν τὴν διὰ πυρὸς κάθαρσιν τῶν κακῶς βεβιωκότων, ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωικοί· καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι,3 τοῦτ’ ἐκεῖνο τὴν ἀνάστασιν περιέποντες. ὁ δὲ Πλάτων τὴν γῆν χρόνοις τισὶ διὰ πυρὸς καθαίρεσθαι καὶ ὕδατος ὧδέ πώς φησι· πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ καὶ ἄλλοις ἕτεραι βραχύτεραι. καὶ μετ’ ὀλίγα ἐπιφέρει· τὸ δ’ ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά. ἔπειτα περὶ τοῦ κατακλυσμοῦ ἐποίσει· ὅταν δ’ αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δ’ ἐν ταῖς παρ’ ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται.
而且,我由衷地想赞美阿克拉加斯的诗人,他曾这样颂扬信仰: “朋友们啊,我确实知道,在我所要讲述的话语中有真理;但对凡人而言,信仰进入心智的冲力实乃艰难而令人不愿迎合。” 因此,使徒也劝勉说,“使我们的信不在乎人的智慧”——不在乎那些声称能令人信服者的智慧——“只在乎神的大能”;唯有这大能即便没有论证,也能借着纯粹的信仰拯救人。 “因为最负盛名者只知执守虚饰之见;然而公义必将拿获谎言的捏造者和见证人”,那位以弗所人如是说。因为他也从异邦哲学中习得,知道对那些恶劣度日之人的火之洁净,这在后来被斯多亚派称为“大化为火”;依据此说,他们还提出教条,认为那具有个别质地者也将复活,由此信奉着所谓复活的观念。而柏拉图则这样论及大地在某些时期被火与水洁净: “人类的毁灭曾经在多方面屡次发生,将来也必如此;最大的由火与水造成,另有无数其他原因造成的较小毁灭。” 不久之后他又补充道: “但真相是环绕大地并在天空中运行之物的轨道偏斜,以及在漫长的周期中地面上的事物被烈火毁灭。” 随后关于大洪水他又说道: “然而,每当众神用水洁净大地而使其淹没时,山中的牧牛人与牧羊人得以保全,而我们这里的城市居民则被河流卷入大海。”
- 5.1.8τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι
该成分是对前文所引经文(赛 29:14 / 林前 1:19)中属格名词短语 τῶν σοφῶν(智慧人)与 τῶν συνετῶν(聪明人)的同格解释性补充。作者加上 δηλονότι(显然),将经文中受到谴责的对象明确限定为世俗中自命有智者和好争辩之人。
- 5.1.9δοκεόντων γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσειν
此句引用赫拉克利特残篇(fr. 28 Diels-Kranz),因传抄讹误在底本中带剑号(†)。在句法上,δοκεόντων 既可理解为中性分词复数属格,作为部分属格或修饰 φυλάσσειν(“在显象/意见的事物中坚守”);亦可理解为阳性部分属格,依附于最高级 ὁ δοκιμώτατος(“在负有名望之人中最享盛名者”)。后者构成修辞上的对照:即便是最具声望之人,所知晓并固守的也无非是主观虚饰之见。
- 5.1.9καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι
καθ' ὅν 中的阳性关系代词在语义上指涉火之净化的教说或原理(即省略的 λόγος),意为“依照这一学说/原理”。τὸν ἰδίως ποιόν 则是斯多亚学派的专有术语,指具有独特个别性质的“个体”(相对于质料或普遍实体),在此充当不定式 ἀναστήσεσθαι 的逻辑主语。
