← 亚历山太的革利免

杂记

§5.1.6-5.1.7

神的护佑与藉由救主达成的属灵认识

作者论述了神的护佑与理性的赐予,强调属灵的认识不是借由感官,而是依靠信心、神的恩典、善工以及作为属神导师差降的救主来达成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.6

τίς οὖν οὕτως ἄθεος ὡς ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ; πάλιν τῶν ζητημάτων ἃ μὲν αἰσθήσεως δεῖται, οἷον ἐὰν ζητῇ τις, εἰ τὸ πῦρ θερμὸν ἢ ἡ χιὼν λευκή· τινὰ δὲ νουθεσίας καὶ ἐπιπλήξεως, ὥς φησιν Ἀριστοτέλης, ὡς τὸ ἐρώτημα ἐκεῖνο, εἰ χρὴ γονεῖς τιμᾶν. ἔστιν δὲ ἃ καὶ κολάσεως ἄξια, ὁποῖόν ἐστι τὸ αἰτεῖν ἀποδείξεις, εἰ πρόνοιά ἐστι. προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων· ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς· ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.

那么,有谁竟如此不敬神,以至于不信神,且像对待凡人那样向神索要证明呢?再者,在探究的诸事中,有些需要感官知觉,例如有人若探求火是否热或雪是否白;有些则如亚里士多德所说,需要劝告与训诫,例如是否应当孝敬父母那个问题;而有些甚至应当受到惩罚,例如索要证明是否存在护佑。因此,既然护佑存在,认为所有的预言以及围绕救主的经纶并非依照护佑而发生,便是亵渎的;而且或许根本不应当试图去证明此类事情,因为神的护佑无论从一切可见之物——那些巧妙而充满智慧的造物——的景象中,还是从那些井然有序地生成以及井然有序地显现的事物中,都是昭然若揭的。而那赋予我们存在与生命者,也赋予了我们理性,意在让我们既合乎理性又美好地生活。因为万物之父之道并非这发出的言辞,而是神最为彰显的智慧与美善,并且是全能且真正属神的力量,即使对那些不承认他的人而言也非不可理解,他是全能的旨意。

§5.1.7

Ἐπεὶ δὲ οἳ μὲν ἄπιστοι, οἳ δὲ ἐριστικοί, οὐ πάντες τυγχάνουσι τῆς τελειότητος τοῦ ἀγαθοῦ. οὔτε γὰρ ἄνευ προαιρέσεως τυχεῖν οἷόν τε, οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται, οἷον τὸ ἀποβησόμενον.1 χάριτι γὰρ σῳζόμεθα, οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν τινα περιποιήσασθαι πρὸς αὐτό·2 δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρῄζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐμαθείας ἁγνῆς καὶ τῆς τοῦ πατρὸς πρὸς αὑτὸν ὁλκῆς· ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, τῶν δὲ νοητῶν δἰ αὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως. ἐὰν δέ τις αἰσθητῶς τὰ πάντα καταλήψεσθαι προσδοκήσῃ. πόρρωθεν τῆς ἀληθείας πέπτωκεν· πνευματικῶς γοῦν ὁ ἀπόστολος ἐπὶ τῆς γνώσεως τοῦ θεοῦ γράφει· βλέπομεν γὰρ νῦν ὡς δἰ ἐσόπτρου, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ὀλίγοις γὰρ ἡ τῆς ἀληθείας θέα δέδοται. λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι· οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γίνεσθαι πλὴν ὀλίγων· μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων. τὰ ἴσα τούτοις βούλεται τὰ παρὰ Μωυσεῖ· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται· δῆλον γὰρ μηδένα ποτὲ δύνασθαι παρὰ τὸν τῆς ζωῆς χρόνον τὸν θεὸν ἐναργῶς καταλαβέσθαι· οἱ καθαροὶ δὲ τῇ καρδίᾳ τὸν θεὸν ὄψονται, ἐπὰν εἰς τὴν ἐσχάτην ἀφίκωνται τελείωσιν. ἐπεὶ γὰρ ἠσθένει πρὸς κατάληψιν τῶν ὄντων ἡ ψυχή, θείου διδασκάλου ἐδεήθημεν· καταπέμπεται ὁ σωτήρ, τῆς ἀγαθοῦ κτήσεως διδάσκαλός τε καὶ χορηγός, τὸ ἀπόρρητον τῆς μεγάλης προνοίας ἅγιον γνώρισμα.

然而,由于有些人不信,有些人好争辩,所以并非所有人都能获得美善的完全。因为既不可能没有自由抉择便能获得,然而一切也并非全取决于我们的意愿,例如那最终的结果。因为我们是靠恩典得救,但并非脱离善工;相反,天生具有向善特性的我们,必须为之培养起某种热忱;而且我们还必须拥有健全且坚定不移的心意去追求美善,为此我们尤其需要神的恩典、正确的教导、纯洁的领悟力以及父向其自身的引拉。因为,我们束缚于属地的身体,借由身体感知可感之物,却借由理性能力本身把握可知之物。但若有人指望通过感官去把握一切,他便早已远离了真理;使徒在论及对神的认识时便属灵地写道:“我们如今仿佛对着镜子观看,到那时就要面对面了。” 因为对真理的瞻照只赋予了少数人。柏拉图在《厄庇诺米斯篇》中也确实说道:“我说一切人都不可能成为有福和幸福的,除了少数人;只要我们活着,我便如此断定;但人死后大有指望获得一切。” 摩西那里的话也是这个意思:“没有人见我的面还能存活”;因为显然,在有生之年绝无人能清晰地把握神;然而“清心的人必得见神”,当他们达到最终的完全之时。因为,既然灵魂对于把握真实存在之物软弱无力,我们便需要一位属神的导师;救主被降差而来,他是美善之获得的导师与供应者,是大护佑隐秘而神圣的标志。

语法注2 条
  1. 5.1.7οἷον τὸ ἀποβησόμενον

    作为前行动词短语“οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται”(一切也并非全取决于我们的意愿)的例示性同格短语。表明尽管意志抉择属于人类,但“最终的结果”(τὸ ἀποβησόμενον)本身并不完全由人的意愿决定,而是需要神的恩典。

  2. 5.1.7δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν τινα περιποιήσασθαι πρὸς αὐτό

    无人称动词 δεῖ 引出不定式 περιποιήσασθαι,其省略的受格逻辑主语(如 ἡμᾶς)由完成时分词 πεφυκότας(阳性受格复数)进行同格修饰。表明尽管人类本性上“天生趋向美善”(πεφυκότας πρὸς τὸ ἀγαθόν),但仍必须主动获得追求善的热忱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.1.6-5.1.7