- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.1.3-5.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了巴西里德、瓦伦廷及马吉安将信仰视为先天本性而非自愿赞同的学说,指出其与信仰的增长、经上诫命以及亚伯拉罕因信称义的事实相悖,并劝勉人远离无益的争辩,确立基于神圣启示的坚固信仰。
ὅθεν αἰσθόμενοι τοῦ μεγαλείου τῆς δυνάμεως ἠξίουν προστιθέναι αὐτοῖς πίστιν τὴν ὡς κόκκον σινάπεως ἐπιδάκνουσαν ὠφελίμως τὴν ψυχὴν καὶ ἐν αὐτῇ αὔξουσαν μεγαλωστί, ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους.1 εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ’ οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει τὴν πίστιν.2 παρέλκουσι τοίνυν αἱ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει. ἦν δ’ ἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτὲ ἀναλάμψαι δύνασθαι τὴν φύσιν.3 εἰ δὲ ἀναγκαίαν τὴν ἐπιδημίαν τοῦ κυρίου φήσαιεν, οἴχεται αὐτοῖς τὰ τῆς φύσεως ἰδιώματα, μαθήσει καὶ καθάρσει καὶ τῇ τῶν ἔργων εὐποιίᾳ, ἀλλ’ οὐ φύσει σῳζομένης τῆς ἐκλογῆς.
因此,他们领会了那权能的伟大,便祈求为他们加增如同“芥菜种”一般的信心,这种信心能有益地激励灵魂,并在灵魂中极大地生长,以致关于天上之事的道理得以栖息于其上。因为如果人如巴西里德所认为的那样凭本性认识神——他将卓越的信心同时解释为领悟、国度以及美善之物的创造,认为它是配得上处于造物主近旁的实体,是实体而非自由的权能,是本性与本体,是无与伦比的受造界之不可言喻的美,而不说信心乃是有自主权的灵魂之理性认同。那么,若真如瓦伦廷所主张的那样人凭本性得救,又如巴西里德所认为的那样人因本性而为信者与选民,旧约与新约中的诫命就全然是多余的了。而且,即便没有救主的降临,本性在某一时日也本能够大放异彩。但若他们说主的降临是必要的,那么本性的那些特质对他们而言便不攻自破了,因为选民的得救并非由于本性,而是借着受教、洁净以及践行善工。
ὁ γοῦν Ἀβραὰμ δἰ ἀκοῆς πιστεύσας τῇ φωνῇ τῇ ὑπὸ τὴν δρῦν τὴν ἐν Μαμβρῇ ἐπαγγειλαμένῃ σοὶ δίδωμι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου ἤτοι ἐκλεκτὸς ἦν ἢ οὔ; ἀλλ’ εἰ μὲν οὐκ ἦν, πῶς εὐθέως ἐπίστευσεν οἷον φυσικῶς; εἰ δὲ ἦν ἐκλεκτός, λέλυται αὐτοῖς ἡ ὑπόθεσις, εὑρισκομένης καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης· ἐλογίσθη γὰρ αὐτῷ εἰς δικαιοσύνην. ἐὰν γάρ τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ’ αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι μαθήσει ἢ καὶ μιμήσει τούτου. ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ’ αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ. καὶ πῶς ἔτι ἀγαθὸς ὁ οὕτως καὶ ὕστερος; εἰ δὲ ὁ τόπος διαφέρει καὶ ἡ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλ’ ἡ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ ἥ γε προκατάρξασα.
事实上,亚伯拉罕因听见那在幔利的橡树下应许说“我要把这地赐给你和你的后裔”的声音而信,他究竟是选民,抑或不是?如果他不是,他怎会犹如出于本性一般立刻就信了?但如果他是选民,他们的假设便瓦解了,因为甚至在主降临之前,便已被发现存在着选民,并且这选民确已得救;因为“这就算为他的义”。倘若有人追随马吉安,斗胆声称造物主是以其自身的拯救来拯救那信靠他的人,那么善神的权能在他看来就会被盖过,因为善神是在他们所称许的造物主之后姗姗来迟才着手拯救,而且要么是由于向造物主学习,要么是由于对其进行模仿。然而即便善神依他们所言处于这种境况下去施行拯救,他图谋拯救时既非对待属于自己的人,亦非伴随着造物者的心意,而是凭借强力或诡诈。那么,行事如此且居于后来的那位,怎能仍旧是良善的?即使地方有所不同,全能者的居所逊于善神的居所,但那施救者的旨意既已先行主导,便绝不逊于良善。
Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην φησὶν ὁ προφήτης· τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτεῖσθαι ὁ θεσπέσιος παρῄνεσε Παῦλος, ὅτι γεννῶσι μάχας· ὅ τε Αἰσχύλος κέκραγε· "τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην." τὴν μὲν γὰρ μετὰ πίστεως συνιοῦσαν ζήτησιν, ἐποικοδομοῦσαν τῷ θεμελίῳ τῆς πίστεως τὴν μεγαλοπρεπῆ τῆς ἀληθείας γνῶσιν, ἀρίστην ἴσμεν. ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερὰ ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσης), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσιν οἱ ἀστέρες ἢ περιττοί), ἀλλ’ οὐδὲ τὰ ἀντιστρέφοντα (ἀντιστρέφει δὲ ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπ’ ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς ἢ οὐ ζῷον)· τέταρτός ἐστι τρόπος, ὅταν ἐκ θατέρου τούτων μέρους ἀναντίρρητον καὶ ἄλυτον ἐνθύμημα προτείνηται. εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται· προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίρρητον ἐκεῖνο, ὃ ὁ θεός ἐστιν ὁ λέγων4 καὶ περὶ ἑνὸς ἑκάστου ὧν ἐπιζητῶ παριστὰς ἐγγράφως.
由此可见,从我们此前所完成的论述中表明,不信的人实属愚昧。因为先知说:“他们的路途弯曲,不知道平安”;属神的保罗也劝勉说:“要弃绝愚拙无知的辩论,因为这等事是起争竞的”;埃斯库罗斯亦曾高呼:“莫在无益之事上白费力劳。”因为我们知道,与信心相结合、在信心的根基上建构起对真理之庄严认识的探求,乃是至善的。我们也知道,显而易见的事无需探求(例如在白天探求是否是白天),隐晦且永不会显明的事亦无需探求(例如探求星宿的数目是偶数还是奇数),甚至可反转的论题也无需探求(所谓可反转的论题,是指那些操持相反论辩之人同样可以说得通的事,例如胎中之物究竟是有生命的物还是非有生命的物);第四种方式则是当从这两造的其中一方提出无可辩驳且不可动摇的论据之时。因此,若探求的由头在所有这些方式中都被消除,信心便得以坚立;因为我们向他们提出了那无可辩驳的事实,即说话的乃是神,且是他对我所探究的每一件事以文字加以证实。
- 5.1.3ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους
由 ὡς 引导带不定词 ἐπαναπαύεσθαι 的结果状语从句。不定词的主语为宾格短语 τοὺς περὶ τῶν μεταρσίων λόγους(“关于天界之事的道理/论说”),与格代词 αὐτῇ 则指代前文的 πίστιν。此处化用了马太福音13:32中芥菜种长成大树后“飞鸟来宿在它的枝上”的比喻。
- 5.1.3οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει τὴν πίστιν
双宾格结构:τὴν πίστιν 为直接宾语,λογικὴν συγκατάθεσιν 为宾语补足语;属格短语 ψυχῆς αὐτεξουσίου 修饰 συγκατάθεσιν。在此,克莱门特将把信仰定义为拥有自主选择权的灵魂之理性“赞同”(斯多亚派认识论术语 synkatathesis)的正统观念,与巴西里德将信仰视作先天宿命之“本性”(physis)的观点进行了鲜明对照与批判。
- 5.1.3ἦν δ’ ἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτὲ ἀναλάμψαι δύνασθαι τὴν φύσιν
由未完成过去时 ἦν 与 ἄν 构成的与过去事实相反的非真实条件句(反事实假设)。此处为非人称用法(“本可以……”),后接不定词短语 ἀναλάμψαι δύνασθαι 及其宾格主语 τὴν φύσιν。这构成了一个归谬论证:如果救恩纯粹出于本性,那么即便没有救主的道成肉身降临,本性自身迟早也能发出光辉。
- 5.1.5ὃ ὁ θεός ἐστιν ὁ λέγων
关系代名词 ὃ 指向前行的先行词 τὸ ἀναντίρρητον ἐκεῖνο。其中的 ὁ θεός ἐστιν ὁ λέγων 具有分裂句(强调句)的作用(“即说话的乃是神自身”),强调最终无可辩驳的确据并非来自人间的辩证,而是来自作为言说者的神本身的权威。
