- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.1.1-5.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证了对圣子的信仰与对圣父的知识不可分割,引证经文与古典诗作阐明信仰是引向救恩的灵魂之耳,并指出信仰包含基础信仰与渐趋完全的卓异信仰两个层面。
Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ οἱ τὴν μὲν πίστιν ἡμῶν περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς εἶναι διαστέλλοντες. λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τίς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ’ ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ· ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ,1 υἱὸς δὲ περὶ πατρὸς ἀληθὴς διδάσκαλος. καὶ ἵνα τις πιστεύσῃ τῷ υἱῷ, γνῶναι δεῖ τὸν πατέρα πρὸς ὃν καὶ ὁ υἱός. αὖθίς τε ἵνα τὸν πατέρα ἐπιγνῶμεν, πιστεῦσαι δεῖ τῷ υἱῷ, ὅτι ὁ τοῦ θεοῦ υἱὸς διδάσκει· ἐκ πίστεως γὰρ εἰς γνῶσιν, διὰ υἱοῦ πατήρ· γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας.2 ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ ἀπιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ ἀπιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοί· γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλ’ αὐτῇ τῇ θεωρίᾳ.
关于诺斯替知者,概括而言姑且谈到这里,让我们现在转入下文,确实必须重新审查信仰;因为有人作出区分,认为我们的信仰关乎圣子,而知识则关乎圣父。然而他们未曾察觉的是:人固然必须真正信靠圣子——信他是圣子、信他降临、信他如何降临与为何降临,以及关于他的受难——同时亦必须认识神的儿子究竟是谁。知识既不能脱离信仰,信仰也不能脱离知识,圣父更断不能没有圣子;因为在成为“父”的同时,他就是儿子的父,而圣子是关于圣父的真正导师。人若要信靠圣子,就必须认识圣子所归向的圣父。反过来,我们要完全认识圣父,就必须信靠圣子,信教导者正是神的儿子;因为由信仰达到知识,借着圣子得达圣父;而关于圣子与圣父的知识,乃是依照属乎诺斯替知者的准则、那真正属乎诺斯替知者的准则,借由真理对真理的触及与领悟。因此,我们在那不受人信的事上是信者,在那不为人知的事上是知者;也就是说,在那所有人都不认识也不信靠、却被极少数人信靠并认识的事上,我们是知者——但这知者并非流于言语、罗列作为,而是凭借观照本身。
Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων· πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει. ἀλλά τοι καὶ Ὅμηρος ὁ ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῷ ἀντὶ γενικοῦ, χρησάμενος μάλιστα δέ τ’ ἔκλυον αὐτοὶ γράφει· τὸ γὰρ ὅλον ἡ συνῳδία καὶ ἡ συμφωνία τῆς ἀμφοῖν πίστεως εἰς ἓν πέρας καταγίνεται τὴν σωτηρίαν. μάρτυς ἡμῖν νημερτὴς ὁ ἀπόστολος λέγων· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. καὶ πάλιν ὑποβὰς ἐπάγει· δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν ἐπιδεχομένην· ἡ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθῆναι ποθοῦσιν ὁ κύριος πιστῶς κινουμένοις ἐπέλεγεν· ἡ πίστις σου σέσωκέν σε· ), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν,3 ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ’ ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα μεταφυτεύειν δύνασθαι εἴρηται.
“向听者耳中说话的人是有福的。” 信仰乃是灵魂的耳朵,主正是暗指这一信仰而言: “有耳可听的,就应当听,”以便人在信靠之后,能照其所言领会其所言。甚至连诗人群体中最古老者荷马,在表达“感知”时也以具体的“听见”代替概括性的词,写道: “而他们自己听得尤为真切。” 因为总括而言,这两者信仰的协调与合拍,最终归结于同一个终点——救恩。使徒是我们真实无伪的见证人,他说: “因为我切切地想见你们,要把些属灵的恩赐分给你们,使你们得以坚固;也就是在你们中间,因着你我彼此的信心而同得安慰。” 并且往下又补充说: “因为神的义在其中显明出来,本于信,以致于信。” 由此可见,使徒所宣示的似乎是双重的信仰,或者毋宁说是一种接纳增长与完全的单一信仰。因为一般的信仰犹如根基奠立在下(无论如何,对那些渴求痊愈且怀着信向前行动的人,主往往会加上一句:“你的信救了你了”),而那卓异的信仰则建基于其上,在信者之中达到圆满,更因着那由受教而来的〔信仰〕以及遵行圣言的诫命而完满齐备;使徒们正是如此,论及他们曾有话说,其信仰能移山拔树。
- 5.1.1ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ
短语 ἅμα τῷ 之后直接接主格 πατήρ,在语义上相当于省略了不定词的 ἅμα τῷ [εἶναι] πατήρ(“在成为父的同时”)。后半句 υἱοῦ πατήρ 则补入未明说的系动词 ἐστί,表明相对关系的必然性,即“父”的概念必然以拥有“子”为前提。
- 5.1.1γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας
主语为 γνῶσις ... υἱοῦ καὶ πατρός,述语为 ἐπιβολὴ καὶ διάληψις ... ἀληθείας。介词短语 κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικόν(“按照那真正属乎知者的知性准则的”)置于定冠词 ἡ 与名词之间,限定修饰 ἐπιβολὴ καὶ διάληψις,其中 τὸν τῷ ὄντι γνωστικόν 是对 τὸν γνωστικόν 的进一步同位强调。
- 5.1.2συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν
被动动词 συναπαρτίζεται 后连接了与格分词 τῇ ἐκ μαθήσεως περιγινομένῃ(“通过那由受教而来的[信仰]”),并通过连词 καί 与不定词短语 τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν(“遵行圣言的诫命”)相并列。此处不定词继承了前面与格所表达的手段/原因功能,构成变格并列结构(variatio)。
