← 亚历山太的革利免

杂记

§4.26.170-4.26.172

自由意志与效法上帝归向天上城邦

作者引用圣经捍卫上帝的公义与人的自由抉择,并阐明毕达哥拉斯学派发声祈祷的缘由。随后结合诗人们对肖似神圣的描摹、欧里庇得斯的诗句,以及斯多亚派的城邦观与柏拉图的天上典范,论证诺斯替者当效法上帝并归向那天上的真正城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26.170

γέγραπται δὲ κἀν ταῖς Βασιλείαις ἡ κρίσις καὶ ἡ ἀπόφασις τοῦ κυρίου ὧδε ἔχουσα· δικαίων εἰσακούει ὁ θεός, ἀσεβεῖς δὲ οὐ σῴζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεόν·1 ἄτοπα γὰρ οὐ συντελέσει ὁ παντοκράτωρ. τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον ποιεῖ; οὗτος γάρ ἐστι, φησίν, ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστι πλὴν αὐτοῦ σῴζων· οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν ἀπόστολον. σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλήν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει· καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ’ ἢ2 φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ; τοῦτο αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν.

在《列王纪》中也记着主的审判与裁决,文辞如下:“上帝倾听义人,却不拯救不敬者,因为他们不愿认识上帝;盖全能者绝不施行不当之事。”既然圣经宣告全能者为善的上帝,且无涉于罪恶与不义,那么各异端针对这宣告还能说些什么呢?——倘若无知确实源于不去认识,而上帝绝不行任何不当之事?经上说:“因为这就是我们的上帝,除祂以外别无拯救者”;正如使徒所言,“因为在上帝并没有不义”。先知更借着这些话明晰地教导了上帝的旨意与诺斯替式的进深:“以色列啊,现在耶和华你上帝向你所要的是什么呢?只要你敬畏耶和华你的上帝,遵行祂的一切道,爱祂,并且唯独事奉祂。”祂乃是向你——向拥有权柄拣选救恩的你——提出这要求的。

§4.26.171

Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εὔχεσθαι κελεύουσιν;3 ἐμοὶ δοκεῖ οὐχ ὅτι τὸ θεῖον ᾤοντο μὴ δύνασθαι τῶν ἡσυχῇ φθεγγομένων ἐπαΐειν, ἀλλ’ ὅτι δικαίας ἐβούλοντο εἶναι τὰς εὐχάς, οἵας οὐκ ἄν τις αἰδεσθείη ποιεῖσθαι πολλῶν συνειδότων. ἡμεῖς δὲ περὶ μὲν τῆς εὐχῆς κατὰ καιρὸν προϊόντος τοῦ λόγου διαληψόμεθα, τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν4 ὡς ἐν ἡμέρᾳ περιπατοῦντες. λαμψάτω γάρ σου τὰ ἔργα. καὶ ἰδοὺ ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ. ἰδοὺ γὰρ ὁ θεὸς καὶ τὰ ἔργα αὐτοῦ. θεὸν χρὴ μιμεῖσθαι εἰς ὅσον δύναμις τῷ γνωστικῷ. ἐμοὶ δὲ καὶ οἱ ποιηταὶ τοὺς ἐκλεκτοὺς παρὰ σφίσι θεοειδέας προσαγορεύειν δοκοῦσι καὶ δίους καὶ ἀντιθέους καὶ Διὶ μῆτιν ἀταλάντους καὶ θεοῖς ἐναλίγκια μήδε’ ἔχοντας καὶ θεοεικέλους, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν περιτρώγοντες.

那么,毕达哥拉斯学派的人究竟意图为何,竟吩咐人出声祈祷呢?在我看来,倒不是他们以为神明无法听见低声言语之人,而是因为他们希望祈祷是公义的,即使有许多人共知也毫无可羞愧之处。至于我们,将在论述推进时依时机专门探讨祈祷;但我们当使自己的行为高声呼喊,如同行在白昼之中。 “因为当让你的行为发光”;又说:“看哪,人与他的行为都在他面前;因为看哪,上帝与祂的作为”。诺斯替者当在力所能及的范围内效法上帝。依我看来,诗人们似乎也将他们当中的选民称为“具神之仪态者”、“神圣的”、“匹敌诸神者”、“谋略堪比宙斯者”、“具诸神般心思者”以及“肖似诸神者”,这乃是在啃噬“照着形像与样式”这句经文的边角。

§4.26.172

ὁ μὲν οὖν Εὐριπίδης "χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ "φησὶ "καὶ τὰ Σειρήνων ἐρόεντα πέδιλα ἁρμόζεται, βάσομαί τ’ ἐς αἰθέρα πολὺν ἀερθεὶς Ζηνὶ προσμίξων." ἐγὼ δὲ ἂν εὐξαίμην τὸ πνεῦμα τοῦ Χριστοῦ πτερῶσαί με εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐμήν· λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις· λέγεσθαι μὲν γάρ, οὐκ εἶναι δέ· σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ. εἰκόνας τῆσδε τῆς πόλεως καὶ οἱ ποιηταὶ κτίζουσι γράφοντες· αἱ γὰρ Ὑπερβόρεοι καὶ Ἀριμάσπειοι πόλεις καὶ τὰ Ἠλύσια πεδία δικαίων πολιτεύματα· ἴσμεν δὲ καὶ τὴν Πλάτωνος πόλιν παράδειγμα ἐν οὐρανῷ κειμένην.

欧里庇得斯便说: “看哪,金色的双翼依附于我背上,塞壬那令人爱慕的便鞋业已系好;我将高高飞扬,步入广阔的以太,与宙斯相会。” 而我倒愿祈求基督的灵为我插上翅膀,飞向属我的耶路撒冷。因为斯多亚学派亦称,上天在严格意义上是城邦,而在地上的此间之物已不再是城邦;因为它们虽被如此称呼,实则不是。盖城邦乃是良善之物,人民乃是受法律治理的文雅体系与人群集合,恰如受道(逻各斯)治理的教会,是在大地上不被围困、不遭僭主统治的城邦,是神圣旨意行在地上如同行在天上。诗人们在著述中亦构想了这座城邦的意象;因为极北族人与阿里马斯波伊人的城邦,以及至福乐土,皆是义人的国度体制;我们也深知柏拉图的城邦正是设于天上的典范。

语法注4 条
  1. 4.26.170παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεόν

    介词 παρά 接带定冠词的宾格不定式 τὸ μὴ βούλεσθαι,用以表示原因(“因为”、“因由”)。宾格代词 αὐτούς 作该不定式的逻辑主语,意为“因为他们不愿认识上帝”。

  2. 4.26.170ἀλλ’ ἢ

    在疑问句 τί... αἰτεῖται παρὰ σοῦ 之后,短语 ἀλλ’ ἤ 用作习惯表达,意为“除了……之外”。它与前面的疑问词 τί 呼应,构成修辞性反问:“除敬畏……之外,还向你要求什么呢?”

  3. 4.26.171Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εὔχεσθαι κελεύουσιν;

    疑问代词 τί 与现在分词 βουλόμενοι 连用,是希腊语常见的固定句式(τί βουλόμενος...),意为“怀着何种意图”、“为了什么目的而吩咐……”。

  4. 4.26.171τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν

    动词 ἔχω 与完成时主动态分词 κεκραγότα(作现在时意义“呼喊、高叫”)作表语性结合,表示持续的状态,意为“使我们的行为保持高声呼喊的状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.26.170-4.26.172