- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.9.70-4.9.72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节汇集了福音书中关于殉道与认信的主的多处言论,并引用了诺斯替派赫拉克利翁的解释:区分声音上的局部承认与行为上的普遍承认,并对经文中介词短语的用法进行神学层面的语法解读。
Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ1 ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· τὸν δὲ ἀρνησάμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνήσομαι αὐτὸν2 ἔμπροσθεν τῶν ἀγγέλων. ὃς γὰρ ἂν ἐπαισχυνθῇ με ἢ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. πᾶς οὖν ὅστις ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅταν δὲ φέρωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ προμεριμνᾶτε πῶς ἀπολογηθῆτε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ τί δεῖ εἰπεῖν.
关于殉道,主已明确说过,让我们把各处不同的记载汇集在一起: “我又告诉你们,凡在人面前在我里面承认的,人子在上帝的使者面前也必在他里面承认;但在人面前否认我的,我在使者面前也必否认他。” “因为凡在这淫乱罪恶的世代把我或我的话当做可耻的,人子在同他的使者降临在他父的荣耀里时,也必把那人当做可耻的。” “因此,凡在人面前在我里面承认的,我也必在我在天上的父面前在他里面承认。” “当人把你们拉到会堂、官长和掌权者面前时,不要预先忧虑怎样分诉或说什么话;因为圣灵在那个时刻自会指教你们应当说什么。”
Τοῦτον ἐξηγούμενος τὸν τόπον Ἡρακλέων ὁ τῆς Οὐαλεντίνου σχολῆς δοκιμώτατος κατὰ λέξιν φησὶν ὁμολογίαν εἶναι τὴν μὲν ἐν πίστει καὶ πολιτείᾳ, τὴν δὲ ἐν φωνῇ. ἡ μὲν οὖν ἐν φωνῇ ὁμολογία καὶ ἐπὶ τῶν ἐξουσιῶν γίνεται, ἣν μόνην, φησίν, ὁμολογίαν ἡγοῦνται εἶναι οἱ πολλοὶ οὐχ ὑγιῶς, δύνανται δὲ ταύτην τὴν ὁμολογίαν καὶ οἱ ὑποκριταὶ ὁμολογεῖν. ἀλλ’ οὐδ’ εὑρεθήσεται οὗτος ὁ λόγος καθολικῶς εἰρημένος· οὐ γὰρ πάντες οἱ σῳζόμενοι ὡμολόγησαν τὴν διὰ τῆς φωνῆς ὁμολογίαν καὶ ἐξῆλθον,3 ἐξ ὧν Ματθαῖος, Φίλιππος, Θωμᾶς, Λευῒς καὶ ἄλλοι πολλοί. καὶ ἔστιν ἡ διὰ τῆς φωνῆς ὁμολογία οὐ καθολική, ἀλλὰ μερική. καθολικὴ δὲ ἣν νῦν λέγει, ἡ ἐν ἔργοις καὶ πράξεσι καταλλήλοις τῆς εἰς αὐτὸν πίστεως. ἕπεται δὲ ταύτῃ τῇ ὁμολογίᾳ καὶ ἡ μερικὴ ἡ ἐπὶ τῶν ἐξουσιῶν, ἐὰν δέῃ καὶ ὁ λόγος αἱρῇ. ὁμολογήσει γὰρ οὗτος καὶ τῇ φωνῇ, ὀρθῶς προομολογήσας πρότερον τῇ διαθέσει.
瓦伦廷学派中最负盛名的赫拉克利翁在解释这段经文时逐字说道,承认一方面存在于信仰和品行之中,另一方面存在于声音之中。 “因此,声音中的承认也在掌权者面前作出,他说,大多数人并不妥当地认为唯有这种才是承认;然而假冒为善的人也能够作出这种承认。但是,这句话不会被视为是普遍性地说的;因为并非所有得救之人都作了借着声音的承认而离世,其中有马太、腓力、多马、利未以及许多其他人。因此,借着声音的承认并非普遍的,而是局部的。而他现在所说的普遍承认,乃是存在于与对他的信仰相符合的行为和事迹之中。并且,若有必要且理性要求,掌权者面前那种局部的承认也会随之伴随这种承认。因为这样的人既然先在心志中正确地预先承认了,他也必用声音来承认。”
καὶ καλῶς ἐπὶ μὲν τῶν ὁμολογούντων ›ἐν ἐμοὶ‹ εἶπεν, ἐπὶ δὲ τῶν ἀρνουμένων τὸ ›ἐμὲ‹ προσέθηκεν. οὗτοι γάρ, κἂν τῇ φωνῇ ὁμολογήσωσιν αὐτόν, ἀρνοῦνται αὐτόν, τῇ πράξει μὴ ὁμολογοῦντες. μόνοι δ’ ἐν αὐτῷ ὁμολογοῦσιν οἱ ἐν τῇ κατ’ αὐτὸν ὁμολογίᾳ καὶ πράξει βιοῦντες, ἐν οἷς καὶ αὐτὸς ὁμολογεῖ ἐνειλημμένος αὐτοὺς καὶ ἐχόμενος ὑπὸ τούτων.4 διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ. οὐ γὰρ εἶπεν ›ὃς ἀρνήσηται ἐν ἐμοί‹, ἀλλ’ ›ἐμέ‹· οὐδεὶς γάρ ποτε ὢν ἐν αὐτῷ ἀρνεῖται αὐτόν. τὸ δὲ ›ἔμπροσθεν τῶν ἀνθρώπων,‹ καὶ τῶν σῳζομένων καὶ τῶν ἐθνικῶν δὲ ὁμοίως παρ’ οἷς μὲν καὶ τῇ πολιτείᾳ, παρ’ οἷς δὲ καὶ τῇ φωνῇ.
“而且,他在谈到承认的人时恰当地说了‘在我里面’,但在谈到否认的人时加上了‘我’。因为这些人纵然用声音承认他,却因在行为上不承认而否认了他。只有那些活在与他相称的承认和行为之中的人,才是在他里面承认,并且他自己也在他们里面承认,因为他包容了他们并被他们所持守。因此他们决不能否认他;而否认他的,是那些不在他里面的人。因为主没有说‘凡在我里面否认的’,而是说‘我’;因为绝没有人在他里面还会否认他。至于‘在人面前’,同样适用于在得救之人面前以及在异教徒面前:在某些人面前是通过品行,在另一些人面前也是通过声音。”
- 4.9.70ὁμολογήσῃ ἐν ἐμοὶ
在古典希腊语中,ὁμολογέω 通常接宾格作直接宾语,但此处使用了受闪米特语(亚兰语/希伯来语 הודָה בְּ)影响的新约希腊语特有句式“ἐν + 与格”。赫拉克利翁利用这一句法特征作为神学依据,将其解读为在基督里面内在结合并相通的神秘主义承认。
- 4.9.70τὸν δὲ ἀρνησάμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνήσομαι αὐτὸν
句首的分词短语 τὸν ἀρνησάμενόν με 在语法上作悬置宾格(accusativus pendens)或主题前置,主句动词 ἀπαρνήσομαι 的宾语由代词 αὐτόν 复指承接。这反映了受闪米特语影响的福音书句法,先将宾格成分前置,再以代词重述。
- 4.9.71ἐξῆλθον
动词 ἐξέρχομαι(出去)在此作婉辞(或结合上下文的具体用法),意指“离世”或“殉道”。正如紧接着列举的使徒事例所表明的,它指通过声音公开承认信仰并因而殉道离世。
- 4.9.72ἐνειλημμένος αὐτοὺς καὶ ἐχόμενος ὑπὸ τούτων
完成时中被动态分词 ἐνειλημμένος(源自 ἐνειλέω,意为“包容、包裹”)具有中动态/主动意义,后接宾格 αὐτούς 作直接宾语。它与随后的被动分词 ἐχόμενος ὑπὸ τούτων(“被他们所持守”)构成对举,表现了基督包容信徒、信徒亦持守基督的相互拥抱与结合的关系。
