- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.8.66-4.8.69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引用《歌罗西书》中的德行阐明应当向造物主上帝感恩,并主张无论男女老幼、尊卑贵贱,面对反对与苦难都当修习哲学与美德,并引伊壁鸠鲁致梅诺伊纽斯信加以印证。
εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ·1 ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν, οὕτως καὶ ἡμεῖς. ἐπὶ πᾶσι δὲ τούτοις ἡ ἀγάπη, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πως μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ2 τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.
而地上的教会乃是天上教会的形像,这正是我们所祈求的,愿上帝的旨意行在地上,如同行在天上: “穿上怜悯的心肠、恩慈、谦虚、温柔、忍耐,彼此包容,彼此饶恕,若有人对人有怨言;正如基督饶恕了我们,我们也要照样饶恕。在这一切之上,还要存着爱心,爱就是完全的联索。又要叫基督的平安在你们心里作主,你们蒙召原是为此,归为一体;且要存感谢的心。” 因为为了羞辱马吉安,常常引用相同的经文并没有什么不妥,好叫他或许能被说服而转变,得知信者理当感恩于那位创造主上帝——他呼召了我们,并在肉身中传了福音。
Σαφῶς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἑνότης καὶ τίς ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτῶνται πρὸς τοῦ ἀνδρὸς ἢ πρὸς τοῦ δεσπότου, φιλοσοφήσει ὅ τε οἰκέτης ἥ τε γυνή. ναὶ μὴν καὶ ἐλεύθερος, κἂν πρὸς τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ’ ὁπωστιοῦν· οὐδὲ ἀπαυδήσει ποτὲ ἡ μὲν γυνὴ φαύλῳ συνοικοῦσα ἀνδρί, ὁ δὲ υἱὸς ἐὰν φαῦλον ἔχῃ πατέρα ἢ πονηρὸν δεσπότην ὁ οἰκέτης, τῆς ἀρετῆς ἐχόμενοι γενναίως· ἀλλ’ ὡς ἀνδρὶ ἀποθνῄσκειν καλὸν ὑπέρ τε ἀρετῆς ὑπέρ τε ἐλευθερίας ὑπέρ τε ἑαυτοῦ, ὡσαύτως καὶ γυναικί· οὐ γὰρ τῆς τῶν ἀρρένων φύσεως τοῦτο ἴδιον, ἀλλὰ τῆς τῶν ἀγαθῶν.
由此向我们清楚显明了出于信仰的合一,以及谁是完全人,因此,纵使有人不情愿且竭力阻挠,纵使丈夫或主人施加刑罚,仆人和妇人也都必当修习哲学。确实,即使自由人受到暴君的死亡威胁,即使被押解法庭、卷入极度危险,并冒着丧失一切产业的风险,他也绝不会以任何方式背弃虔敬;妇人与卑劣的丈夫同居时,或儿子若有卑劣的父亲,或仆人若有恶劣的主人时,〔他们〕贤德地紧握美德,也绝不会灰心丧气;反而,正如男人为了美德、为了自由、为了自己而死是美好的,女人也是如此;因为这并非男性天性所独有,而是善人天性所独有的。
πιστῶς οὖν καὶ ὁ πρεσβύτης καὶ ὁ νέος καὶ ὁ οἰκέτης ὑπακούων ταῖς ἐντολαῖς βιώσεταί τε καί, ἐὰν δέῃ, τεθνήξεται, ὅπερ ἂν εἴη διὰ θανάτου ζωοποιηθῆναι.3 ἴσμεν γοῦν καὶ παῖδας καὶ οἰκέτας καὶ γυναῖκας πολλάκις ἀκόντων πατέρων καὶ δεσποτῶν καὶ ἀνδρῶν βελτίστους γεγονέναι. οὔκουν ἔλαττον προθυμεῖσθαι χρὴ τοὺς μέλλοντας θεοσεβῶς ζήσειν, ἐπειδὰν εἴργειν αὐτούς τινες δοκῶσιν, ἀλλὰ πολὺ πλέον οἶμαι προσήκειν σπεύδειν τε καὶ ἀγωνίζεσθαι διαφερόντως, ὅπως ἂν μὴ ἡττηθέντες ἀποπέσωσι τῶν ἀρίστων καὶ ἀναγκαιοτάτων βουλευμάτων. οὐ γὰρ οἶμαι σύγκρισιν ἐπιδέχεσθαι πότερον ἄμεινον θιασώτην γενέσθαι τοῦ παντοκράτορος ἢ τὸ τῶν δαιμόνων ἑλέσθαι σκότος. τὰ μὲν γὰρ ἄλλων ἕνεκα πραττόμενα ἡμῖν ἑκάστοτε πράξαιμεν ἂν εἰς ἐκείνους ἀποβλέπειν πειρώμενοι, ὧν ἕνεκα γίνεσθαι δοκεῖ, μέτρον ἡγούμενοι τοῦτο τὸ ἐκείνοις κεχαρισμένον· ἃ δὲ αὑτῶν μᾶλλον ἤ τινων ἑτέρων, ταῦτα ἂν ἡμῖν γίγνοιτο μετὰ τῆς ἴσης σπουδῆς, ἐάν τε ἀρέσκειν τισὶ δοκῇ ἐάν τε καὶ μή.
因此,老人、青年和仆人必忠信地顺从诫命而生活,并且若有必要,亦将赴死,而这无非是通过死亡而得着生命。无论如何,我们知道即便父亲、主人和丈夫不乐意,孩童、仆人和妇女往往也成为了最优秀的人。因此,当有人似乎要阻碍他们时,那些将要过虔敬生活的人绝不应当削减热忱,反而我认为应当更加紧促并且格外奋争,免得他们被打败而从最好、最不可或缺的决意中堕落。因为我认为根本无可比拟:是成为全能者的追随者更好,还是选择魔鬼的黑暗更好。因为我们每次为他人所作的事,或许会一边尽力仰望那些被视作行事之缘由的人,一边将取悦他们视作准绳来行事;但那些关乎我们自身胜过关乎任何他人的事,无论某些人看来是否悦意,我们都会以同样的热忱去践行。
εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή. καλῶς οὖν καὶ Ἐπίκουρος Μενοικεῖ γράφων· μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαίνειν. ὁ δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτ’ εἶναι. ὥστε φιλοσοφητέον καὶ νεωτέρῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων.
既然某些无别之物已获得了如此的尊严,以至于即便有人不愿也显得值得选取,那么就更当认为美德是值得竭力追求的,不看别的事物,而只看那本身能被美好行出的事,无论某些人是否有不同看法。因此,伊壁鸠鲁在写给梅诺伊刻乌斯的信中也很出色地写道: “不可因年轻而推迟修习哲学,也不要因年老而在修习哲学中厌倦。因为在求得灵魂健康方面,没有人是未届时机的,也没有人是坐失时机的。那说修习哲学的时机未到或已经过去的人,就如说获得幸福的时机尚未到来或已不复存在的人一样。因此,年轻人和老人都应当修习哲学:后者因对已逝岁月的感恩,虽年迈而在美善中常保青春;前者则因对未来的无所畏惧,虽年轻而同时具有沉稳。”
- 4.8.66ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ
关系代词 ὅπερ 既指代前述“地上的教会是天上教会的形像”之意,又先导性地与后文的不定式从句 τὸ θέλημα τοῦ θεοῦ γενέσθαι(引自《主祷文》)同格,作为 εὐχόμεθα 的宾语,意为“正如天上一并在地上成就上帝的旨意,这正是我们所祈求的”。
- 4.8.66εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ
分词 μαθών 支配间接引语中的对格不定式 δεῖν,而非人称动词 δεῖν 又支配带主语对格 τὸν πιστόν 和表语形容词 εὐχάριστον 的不定式 εἶναι,构成双重不定式结构,意为“得知信者应当感恩于创造主上帝”。
- 4.8.68ὅπερ ἂν εἴη διὰ θανάτου ζωοποιηθῆναι
关系从句中的 ἄν 搭配希求语气 εἴη 表潜在或推论结果,意为“这便无异于……”。不定式 ζωοποιηθῆναι 作 εἴη 的表语性补足成分,意为“通过死亡得着生命”。
