← 亚历山太的革利免

杂记

§4.9.73-4.9.75

法庭上的信仰宣认与出于爱的心甘殉道

克莱门特对赫拉克利翁的观点作出回应,辩明在法庭受刑时的口头承认同样源于内在心志,并在生命终结时带来罪的荣耀净化。他进一步论述,效法基督与使徒、出于对上帝与教会的爱而甘受苦难献出自我的人,才是真正纯全的殉道者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9.73

Ταῦτα μὲν ὁ Ἡρακλέων· καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι1 ἀπὸ διαθέσεως πεπιστευκέναι φαίνονται· διάθεσις δὲ ὁμολογουμένη καὶ μάλιστα ἡ μηδὲ θανάτῳ τρεπομένη ὑφ’ ἓν2 ἁπάντων τῶν παθῶν, ἃ δὴ διὰ τῆς σωματικῆς ἐπιθυμίας ἐγεννᾶτο, ἀποκοπὴν ποιεῖται· ἔστι γὰρ ὡς ἔπος εἰπεῖν ἐπὶ τέλει τοῦ βίου ἀθρόα κατὰ τὴν πρᾶξιν μετάνοια καὶ ἀληθὴς εἰς Χριστὸν ὁμολογία ἐπιμαρτυρούσης τῆς φωνῆς. εἰ δὲ τὸ πνεῦμα τοῦ πατρὸς ἐν ἡμῖν μαρτυρεῖ, πῶς ἔτι ὑποκριταί, οὓς φωνῇ μόνῃ μαρτυρεῖν εἴρηκεν; δοθήσεται δέ τισιν, ἐὰν συμφέρῃ, ἀπολογήσασθαι, ἵνα διά τε τῆς μαρτυρίας διά τε τῆς ἀπολογίας ὠφελῶνται οἱ πάντες, ἰσχυροποιούμενοι μὲν οἱ κατ’ ἐκκλησίαν, θαυμάζοντες δὲ καὶ εἰς πίστιν ὑπαγόμενοι οἱ ἐξ ἐθνῶν τὴν σωτηρίαν πολυπραγμονήσαντες, οἱ λοιποὶ δὲ ὑπ’ ἐκπλήξεως κατεχόμενοι.

赫拉克利翁所说的就是这些。在这段经文上,他在其他方面似乎与我们持相同看法,但他没有注意到这一点:即使有些人未曾以行为和生活在人面前承认基督,然而借着在法庭上用声音承认,并在受拷打直至死亡时仍不否认,他们显见是出于心志而信仰的。受到承认的心志,特别是在死亡面前也不改变的心志,能一举切除所有因肉体欲望而产生的激情;因为可以说,在声音作见证的同时,这是在生命终点在实践上突然产生的彻底悔改,以及对基督真实的承认。但如果父的灵在我们里面作见证,那些被他说成仅凭声音作见证的人,又怎能仍然是假冒为善者呢?如果于人有益,申辩也会赐给某些人,以使所有人都通过见证和申辩获得益处:教会中的人得坚固,外邦人中探求救恩的人惊叹并归信,其余的人则被震惊所震慑。

§4.9.74

ὥστε τὸ ὁμολογεῖν ἐκ παντὸς δεῖ, ἐφ’ ἡμῖν γάρ, ἀπολογεῖσθαι δὲ οὐκ ἐκ παντός, οὐ γὰρ καὶ τοῦτο ἐφ’ ἡμῖν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ἐπεὶ τίς οὐκ ἂν τῶν εὖ φρονούντων βασιλεύειν ἐν θεῷ, ἀλλ’ οὐ δουλεύειν ἕλοιτο; θεὸν οὖν ὁμολογοῦσί τινες εἰδέναι κατὰ τὸν ἀπόστολον, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, οἳ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἕν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν. ἔοικεν οὖν τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. αὐτίκα ὁ Ποιμήν φησιν· ἐκφεύξεσθε τὴν ἐνέργειαν τοῦ ἀγρίου θηρίου, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος. ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς λέγει σινιάσαι· ἐγὼ δὲ παρῃτησάμην.

因此,承认是绝对必需的,因为这取决于我们;但申辩并非绝对必需,因为这并不取决于我们。 “忍耐到底的,必然得救。” 因为在明白事理的人中,谁会不选择在上帝里面称王,而不作奴隶呢? 据使徒所说,有些人“自称认识上帝,在行为上却否认他,本是可憎恶的、悖逆的,在各样善事上是经不起考验的”;而另一些人,纵使仅作了这一项承认,也在终点成就了一件善工。因此,殉道似乎是伴随着荣耀的罪之净化。正如《牧人书》所说:“如果你们的心变得纯洁无瑕,你们就将逃脱野兽的权势。” 此外,主自己也说:“撒但想要得着你们,好筛你们;但我已代求了。”

§4.9.75

πρῶτος τοίνυν ὁ κύριος διὰ τὴν τῶν ἐπιβουλευόντων αὐτῷ ἀνθρώπων καὶ τὴν τῶν ἀπίστων ἀποκάθαρσιν ἔπιεν τὸ ποτήριον· ὃν μιμούμενοι οἱ ἀπόστολοι ὡς ἂν τῷ ὄντι γνωστικοὶ καὶ τέλειοι ὑπὲρ τῶν ἐκκλησιῶν ἃς ἔπηξαν ἔπαθον. οὕτως οὖν καὶ οἱ κατ’ ἴχνος τὸ ἀποστολικὸν πορευόμενοι γνωστικοὶ ἀναμάρτητοί τε εἶναι ὀφείλουσι καὶ δἰ ἀγάπην τὴν πρὸς τὸν κύριον ἀγαπᾶν καὶ τὸν πλησίον, ἵν’, εἰ καλοίη περίστασις, ὑπὲρ ἐκκλησίας ἀσκανδάλιστοι τὰς θλίψεις ὑπομένοντες τὸ ποτήριον πίωσιν. ὅσοι δὲ ἔργῳ μὲν παρὰ τὸν βίον, λόγῳ δὲ ἐν δικαστηρίῳ μαρτυροῦσι κἂν ἐλπίδα ἐκδεχόμενοι, κἂν φόβον ὑφορώμενοι, βελτίους οὗτοι τῶν στόματι μόνον ὁμολογούντων τὴν σωτηρίαν. ἀλλ’ εἰ καὶ ὑπερβαίη τις ἐπὶ τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογήσας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν, ὅλον ἑαυτὸν ἐπιδοὺς διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν θεόν, οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον.3

因此,主首先为了谋害他的人以及不信之人的净化而喝了这苦杯;使徒们效法他,作为真正的诺斯替信徒和完全者,为了他们所建立的教会受了苦。同样,追随使徒足迹的诺斯替信徒也应当毫无罪过,并且出于对主的爱也去爱邻人,以便在境遇召唤时,为了教会不跌倒地忍受患难,喝下这苦杯。凡是在一生中以行为作见证、在法庭上以言语作见证的人,纵然怀着指望,或戒备着恐惧,也胜过那些仅用口舌承认救恩的人。但如果有人进一步上升至爱,此人乃是真正有福的真见证人,他借着主向诫命并向上帝作了完全的承认;他爱主并视主为弟兄,出于对上帝的爱献上整个自我,怀着感恩与爱意,如同归还寄存物一般交还那被索回的人。

语法注3 条
  1. 4.9.73τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι

    由带冠词不定式 τῷ ὁμολογεῖν 与 μὴ ἀρνεῖσθαι 并列构成的手段或原因与格短语,修饰随后的谓语结构 πεπιστευκέναι φαίνονται(“显见是已经信仰了”)。分词 βασανιζομένους 为宾格,与不定式隐含的主语一致,表示伴随或让步情况(“即便受拷打直至死亡”)。

  2. 4.9.73ὑφ’ ἓν

    作副词短语使用的介词短语,意为“一举”、“同时”(at one stroke)。修饰其后的动词短语 ἀποκοπὴν ποιεῖται(“实行切除”),后者支配着宾语性属格 ἁπάντων τῶν παθῶν。

  3. 4.9.75οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον

    分词 ἀποδιδοὺς 的直接宾语是 τὸν ἀπαιτούμενον ἄνθρωπον(“那被要求归还的人”,指上帝托付的凡人肉身与生命),而置于其前的 οἷον παρακαταθήκην 则用作比喻性的述语同位语(“宛如一件寄存信托之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.9.73-4.9.75