- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.8.61-4.8.65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文本依据使徒保罗关于肉体与圣灵的教导,阐明真正的勇敢乃是克制愤怒的刚毅忍耐而非军事武勇,并藉由异族妇女、自然界先例、诗人诗句以及新约家庭守则,论证妇女亦当如男子一般修习美德与哲学。
ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε. φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεῖαι, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθίαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἐγκράτεια, ἀγαθωσύνη, πίστις, πραότης. σάρκα, οἶμαι, τοὺς ἁμαρτωλούς, ὡς πνεῦμα τοὺς δικαίους εἴρηκεν. ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον,1 ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν2 θυμοῦ κρατοῦντας ἐρρωμένως. οὐ γάρ τινας Ἀμαζόνας τὰ πολεμικὰ ἀνδρείας ἀσκοῦμεν τὰς γυναῖκας,3 ὅπου γε καὶ τοὺς ἄνδρας εἰρηνικοὺς εἶναι βουλόμεθα.
“使你们不能作所愿意作的。情欲的事都是显而易见的,就如奸淫、污秽、邪荡、拜偶像、邪术、仇恨、争竞、忌恨、恼怒、结党、纷争、异端、嫉妒、醉酒、荒宴等类。我从前告诉你们,现在又告诉你们,行这样事的人必不能承受上帝的国。圣灵所结的果子,就是仁爱、喜乐、和平、忍耐、恩慈、节制、良善、信德、温柔。” 我认为,他所说的“肉体”是指罪人,正如用“圣灵”是指义人一样。诚然,勇敢之事应当理解为刚毅与忍耐,通过强有力地克制愤怒,以致有人打你的腮,就转过另一边由他打;有人拿你的外衣,连里衣也由他拿去。因为我们并不把妇女当作某种亚马逊人去训练军旅般的勇敢,更何况我们期望连男子也是爱好和平的。
ἀκούω δ’ ἔγωγε καὶ Σαυρομάτιδας γυναῖκας πολέμῳ χρωμένας ἀνδρῶν οὐκ ἔλαττον, καὶ Σακίδας ἄλλας, αἳ τοξεύουσιν εἰς τοὐπίσω φεύγειν προσποιούμεναι τοῖς ἀνδράσιν ἐπ’ ἴσης. οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλ’ ἐν αὐτῇ πολλάκις τῇ ἁμίλλῃ τῶν πόνων ἡ γυνὴ ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει. ἤδη γοῦν αἱ κύνες οὐδὲν ἔλαττον τῶν ἀρρένων καὶ οἰκουροῦσι καὶ θηρεύουσι καὶ τὰς ποίμνας φυλάττουσι. "Κρῆσσα κύων ἐλάφοιο κατ’ ἴχνιον ἔδραμε Γοργώ." φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξὶν ἐμφερῶς τοῖς ἀνδράσι, κἂν βελτίους οἱ ἄρρενες τά τε πρῶτα ἐν πᾶσι φερόμενοι τυγχάνωσιν, ἐκτὸς εἰ μὴ καταμαλακισθεῖεν.4
然而我听说,萨乌罗马太人的妇女参与战事丝毫不逊色于男子,另有一些塞迦妇女假装逃跑时能与男子同样向后射箭。我也知道伊比利亚附近的妇女从事男子般的工作和劳苦,即使临产亦不放弃任何当行的劳作,妇女甚至常常在劳苦的竞逐中产子,拾起婴儿带回家去。实际上,母犬看家、捕猎和守护羊群,也丝毫不比公犬逊色: “克里特母犬戈尔戈沿着鹿的足迹奔跑。” 因此,妇女也当如同男子一般修习哲学,即使男子更为优越且在万事中拔得头筹(除非男子自行堕落软弱)。
ἀναγκαῖον οὖν σύμπαντι τῷ τῶν ἀνθρώπων γένει παιδεία τε καὶ ἀρετή, εἴ γε ἐπὶ τὴν εὐδαιμονίαν σπεύδοιεν. καί πως οὐ μάτην Εὐριπίδης ποικίλως γράφει· ποτὲ μὲν "πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμῃ τὴν εὐδοκιμοῦσαν·" ποτὲ δὲ πᾶσα γὰρ δούλη ἐστὶν ἀνδρὸς ἡ σώφρων γυνή, ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόντα ὑπερφέρει. "οὐ μὲν γὰρ κρεῖσσον καὶ ἄρειον ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή." κεφαλὴ τοίνυν τὸ ἡγεμονικόν. εἰ δὲ κύριος κεφαλὴ τοῦ ἀνδρός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κύριος ὁ ἀνὴρ τῆς γυναικός, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων.
因此,教育与美德对于全人类都是必不可少的,只要他们渴望迈向幸福。欧里庇得斯并非徒然作多样的描写;他有时写道: “因为凡妻子皆劣于其夫,哪怕最拙劣的男子娶了声名卓著的女子;”有时又说:凡节制的妻子皆是丈夫的侍仆,而不节制的妻子则因愚妄而压制其伴侣。 “因为没有比丈夫与妻子同心合意持家更美好、更高贵的事了。” 因此,头乃是居于支配地位的部分。如果说“主是男人的头,男人是女人的头”,那么男人作为“上帝的形像和荣耀”,便是女人的主人。
διὸ καὶ ἐν τῇ πρὸς Ἐφεσίους γράφει· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ· αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς ὁ σωτὴρ τοῦ σώματος. ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν· οὕτω καὶ οἱ ἄνδρες ὀφείλουσιν ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν.
因此他在《以弗所书》中也写道:“存敬畏上帝的心,彼此顺服。你们作妻子的,当顺服自己的丈夫,如同顺服主;因为丈夫是妻子的头,如同基督是教会的头,他又是这身体的救主。教会怎样顺服基督,妻子也要怎样凡事顺服自己的丈夫。你们作丈夫的,要爱你们的妻子,正如基督爱教会;丈夫也当照样爱自己的妻子,如同爱自己的身体。爱妻子便是爱自己了;因为从来没有人恨恶自己的身子。”
κἀν τῇ πρὸς Κολοσσαεῖς αἱ γυναῖκες φησίν, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνήκει ἐν κυρίῳ. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστον τῷ κυρίῳ. οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον. καὶ πᾶν ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ δουλεύοντες καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετε· ὁ γὰρ ἄδικος κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστι προσωποληψία. οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
又在《歌罗西书》中说:“你们作妻子的,当顺服丈夫,这在主里面是相宜的。你们作丈夫的,要爱你们的妻子,不可苦待她们。你们作儿女的,要凡事听从父母,因为这是主所喜悦的。你们作父亲的,不要激怒你们的儿女,免得他们失了志气。你们作仆人的,要凡事听从肉身的主人,不要只在眼前侍奉,像是讨人喜欢的,总要存心诚实敬畏主。无论做什么,都要从心里做,像是侍奉主一样,不是侍奉人;因为知道从主那里必得着基业为赏赐。你们所侍奉的乃是主基督;那行不义的必受不义的报应,并且没有偏待人的事。你们作主人的,要公公平平地待仆人,因为知道你们也有一位主在天上,”在那里并不分希腊人和犹太人,受割礼的和未受割礼的,化外人、西古提人,为奴的、自主的,唯有基督是万有,并且在万有之内。
- 4.8.61τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον
由动形容词 παραληπτέον 构成的无人称结构(省略系词 ἐστί,意为“应当理解为”)。中性冠词加属格名词短语 τὸ τῆς ἀνδρείας(“勇气的本质/事情”)充当语义主语,介词短语 πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν 则表示理解的方向与标准(“在刚毅与忍耐的层面上”)。
- 4.8.61ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν
连词 ὡς 引出两个不定式 παραθεῖναι(不定过去时)与 παραχωρεῖν(现在时),用以举例并阐明前述“刚毅与忍耐”的具体表现。动词 παραχωρεῖν 支配属格 τοῦ χιτῶνος(“让出里衣”)。两个与格分词短语(τῷ τύπτοντι 与 τῷ αἴροντι)分别作两个不定式的间接宾语(“向打的人”、“向夺取的人”)。
- 4.8.61οὐ γάρ τινας Ἀμαζόνας τὰ πολεμικὰ ἀνδρείας ἀσκοῦμεν τὰς γυναῖκας
动词 ἀσκοῦμεν(“训练”)支配的双重宾格结构。人称直接宾语为 τὰς γυναῖκας(“妇女”),表示训练科目或内容的内在宾格为 τὰ πολεμικὰ ἀνδρείας(“勇气的军事方面”)。名词短语 τινας Ἀμαζόνας 作宾语补足语,表比喻(“如同某些亚马逊人一样”)。
- 4.8.62ἐκτὸς εἰ μὴ καταμαλακισθεῖεν
习惯性多余否定从句 ἐκτὸς εἰ μή(“除非……不”,“除……之外”)后接不定过去时被动态希求语气 καταμαλακισθεῖεν。它为主句或让步分句提供了一个假定的例外情况(“除非他们变得软弱堕落”)。
