- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.8.56-4.8.60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了哲人们抵御肉体酷刑的历史范例,并论证男女就灵魂而言具有相同的本性与美德,不因肉体特质的差异而在修习德行上有别。
ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεάτης ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων ἀντέσχεν πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος, ὅς γε καὶ τελευτῶν τὴν γλῶσσαν ἐκτρώγων προσέπτυσε τῷ τυράννῳ, ὃν οἳ μὲν Νέαρχον, οἳ δὲ Δημύλον προσαγορεύουσιν. ὁμοίως δὲ καὶ Θεόδοτος ὁ Πυθαγόρειος ἐποίησεν καὶ Πραΰλος ὁ Λακύδου γνώριμος, ὥς φησι Τιμόθεος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἠθικοῖς. ἀλλὰ καὶ Πόστουμος ὁ Ῥωμαῖος ληφθείς ὑπὸ Πευκετίωνος οὐχ ὅπως τι τῶν κεκρυμμένων οὐκ ἐδήλωσεν,1 ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστήματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ πτίσσε ἐπιβοῶντος τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο.
事实上,不仅伊索匹亚人、马其顿人和斯巴达人在受刑架折磨时坚忍不拔(如埃拉托斯特尼在《论善与恶》中所述),而且埃利亚的芝诺在被强迫泄露隐秘之事时,亦抵御酷刑而未作丝毫招认;他在临终时甚至咬断舌头,唾吐在那位僭主身上——有人称这位僭主为尼阿库斯,有人则称之为德米鲁斯。毕达哥拉斯学派的塞奥多托斯以及拉居德斯的弟子普拉伊洛斯也是如此,正如佩加蒙的提摩太在《论哲学家的勇敢》中所说,阿凯库斯在《伦理学》中亦然。不仅如此,罗马人波斯图穆斯在被佩凯蒂翁俘虏时,非但没有泄露任何隐秘之事,反而将手置于火中,以全然不动摇的坚毅气概,如同对待青铜一般将其灼化消熔。至于阿那克萨库斯之事我暂且略过,当他被僭主用铁杵舂捣时大声喊道:“捣碎阿那克萨库斯的口袋吧,因为你捣碎的并不是阿那克萨库斯。”
Οὔτ’ οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθ’ ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεῖ πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἐλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρί, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τούτου μόνου ἔχεσθαι δυναμένοις. Γέται δὲ ἔθνος βάρβαρον οὐκ ἄγευστον φιλοσοφίας πρεσβευτὴν αἱροῦνται πρὸς Ζάμολξιν ἥρωα κατ’ ἔτος. ὁ δὲ Ζάμολξις ἦν τῶν Πυθαγόρου γνωρίμων.
因此,对幸福的盼望和对上帝的爱既不对降临之事心怀愤懑,反而在即便落入最凶猛的野兽之中、投身于吞噬一切的烈火中、或因僭主的酷刑被杀害时,仍保持着自由;它紧系于神圣的友爱,不受奴役地在上方遨游,而将身体交由那些仅能触及身体的人去摆布。蛮族盖塔人并非未领略过哲学的滋味,他们每年都推选一名使者前往英雄扎莫尔克西斯那里。这位扎莫尔克西斯乃是毕达哥拉斯的弟子之一。
ἀποσφάττεται οὖν ὁ δοκιμώτατος κριθεὶς ἀνιωμένων τῶν φιλοσοφησάντων μέν, οὐχ αἱρεθέντων δέ, ὡς ἀποδεδοκιμασμένων εὐδαίμονος ὑπηρεσίας. μεστὴ μὲν οὖν πᾶσα ἡ ἐκκλησία τῶν μελετησάντων τὸν ζωοποιὸν θάνατον εἰς Χριστὸν παρ’ ὅλον τὸν βίον καθάπερ ἀνδρῶν οὕτω δὲ καὶ γυναικῶν σωφρόνων. ἔξεστι γὰρ τῷ καθ’ ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ᾖ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον κἂν γυνή· κοινὴ γὰρ ἁπάντων τῶν ἀνθρώπων τῶν γε ἑλομένων ἡ σωφροσύνη· ὡμολόγηται δ’ ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν.
于是,被判定为最合格的人被宰杀献祭,而那些修习了哲学却未被选中的人则感到痛苦,以为自己被排斥在福乐的职任之外。由此可见,整个教会充满了终生为了基督操练赋予生命的死亡之人,既有节制的男子,亦有同样节制的女子。因为凡遵循我们生活规范的人,即使目不识丁亦可行哲学之道,无论他是蛮族还是希腊人,是奴隶还是老人、孩童或妇女;因为对那些自主选择的人而言,节制对于全人类都是相通的;我们公认,在每一个种类中,同一本性亦拥有同一美德。
οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχειν ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλ’ ἢ2 τὴν αὐτήν, ὥστε καὶ τὴν ἀρετήν. εἰ δὲ ἀνδρὸς ἀρετὴ σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, ἆρ’ ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ; ἀλλὰ ἀπρεπὲς τοῦτο καὶ λέγειν. σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν. τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμέν· πάντως γάρ τινα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἑκατέρῳ τούτων, δἰ ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄρρεν γέγονεν· τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθό θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωπος· εἰ δὲ μηδὲν ἦν τὸ διάφορον ἀνδρὸς καὶ γυναικός, τὰ αὐτά ἄν ἑκάτερον αὐτῶν ἔδρα τε καὶ ἔπασχεν.
因此,女人在人性方面并没有显出与男人相异的本性,而只有同一本性,因而美德亦是相同的。如果男子的美德无疑是节制、正义以及所有被认为附随于这些的美德,难道唯独男子应当具有美德,而女子就当放荡不义吗?这等事情连说出来都是极不合宜的。所以,不仅男子,女子亦同样当修习节制、正义及所有其他美德;奴隶与自由人亦然,因为同一美德恰好属于同一本性。当然,我们并非主张雌性的本性就其作为雌性而言与雄性相同;因为二者之中显然理当存有某种差异,因这差异,一者为雌性,另一者为雄性。例如,我们说怀胎与生育属于女人,乃就其作为雌性而言,而非就其作为人而言;如果男女之间毫无差异,他们各自所行所受之事便完全一样了。
ᾗ μὲν τοίνυν ταὐτόν ἐστι, κατὰ ψυχήν, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετήν· ᾗ δὲ3 διάφορον, κατὰ τὴν σώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ τὴν οἰκουρίαν, θέλω γὰρ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ. ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν, οὕτω καὶ τὴν γυναῖκα σώφρονά τε ὁμοίως ἀξιώσαιμεν ἂν εἶναι καὶ πρὸς τὰς ἡδονὰς διαμάχεσθαι μεμελετηκυῖαν· λέγω δέ· πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε, ἡ ἀποστολικὴ συμβουλεύει ἐντολή· ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ταῦτα οὖν ἀντίκειται οὐχ ὡς κακὸν ἀγαθῷ, ἀλλ’ ὡς συμφερόντως μαχόμενα. ἐπιφέρει γοῦν·
因此,就其相同之处而言,即在灵魂方面,女人将达到同样的美德;但就其相异之处而言,即在肉体的特质方面,女人则承担受孕与持家。使徒说道:“我愿意你们知道,每个男人的头是基督,女人的头是男人。因为男人不是由女人而出,女人乃是由男人而出。然而照着主的安排,女也不是无男,男也不是无女。” 因为正如我们说男人当节制且胜过诸般享乐,我们同样亦要求女人节制,并在抵御享乐上久经操练。“我说,你们当顺着圣灵而行,就绝不放纵肉体的情欲了”,使徒的命令如此劝戒道,“因为肉体与圣灵相争,圣灵与肉体相争;因此这两个是相敌的”,不是如同恶敌对善那样,乃是作为有益的抗衡而交战。于是他接着说:
- 4.8.56οὐχ ὅπως τι τῶν κεκρυμμένων οὐκ ἐδήλωσεν
短语 οὐχ ὅπως ... οὐκ 在此构成“不仅没有……反而……”的惯用句式。它与后文的 ἀλλὰ καί 相呼应,强调波斯图穆斯不仅绝未招认隐秘,甚至还将手置于火中灼烧。
- 4.8.59ἀλλ’ ἢ
紧接在否定表达(οὐκ ἄλλην)之后的 ἀλλ’ ἤ 表示除外或限定,意为“除了……之外”或“正是”。此处引出 τὴν αὐτήν,与前面的 ἄλλην 相对照,断言女性就人性而言“别无他样,正是同一本性”。
- 4.8.60ᾗ μὲν ... ταύτῃ ... ᾗ δὲ ...
关系副词 ᾗ 与指示副词 ταύτῃ 构成的相关结构,表示方面或程度的限定(“在……的方面,就在那方面……”)。前一部分(ᾗ μὲν ταὐτόν ἐστι, κατὰ ψυχήν)指出就灵魂的同一性而言达致相同的美德,而后一部分(ᾗ δὲ διάφορον, κατὰ τὴν σώματος ἰδιότητα)则以此对比肉体特性所决定的功能差异。
