← 亚历山太的革利免

杂记

§4.7.52-4.7.55

超脱苦难的诺斯替者与由爱而达的德性完全

作者引用柏拉图、欧里庇得斯及保罗书信,阐述真正的诺斯替者不为外在苦难与命运的必然所动,借由信、望并最终由爱达到完全的德行境界。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.52

τοιαῦτα καὶ τὰ τοῦ Πλάτωνος ἐν Πολιτείᾳ, κἂν στρεβλῶται ὁ δίκαιος κἂν ἐξορύττηται τὼ ὀφθαλμώ, ὅτι εὐδαίμων ἔσται. οὔκουν ἐπὶ τῇ τύχῃ τὸ τέλος ἕξει ποτὲ ὁ γνωστικὸς κείμενον, ἀλλ’ ἐπ’ αὐτῷ τὸ εὐδαιμονεῖν ἂν εἴη καὶ τὸ μακαρίῳ εἶναι βασιλικῷ τε φίλῳ τοῦ θεοῦ·1 κἂν ἀτιμίᾳ τις περιβάλλῃ τοῦτον φυγῇ τε καὶ δημεύσει καὶ ἐπὶ πᾶσι θανάτῳ, οὐκ ἀποσπασθήσεταί ποτε τῆς ἐλευθερίας καὶ κυριωτάτης πρὸς τὸν θεὸν ἀγάπης, ἣ πάντα στέγει καὶ πάντα ὑπομένει· καλῶς πάντα τὴν θείαν διοικεῖν πρόνοιαν πέπεισται ἡ ἀγάπη.

柏拉图在《理想国》中的论述亦是如此:即便义人遭受拷问、被剜去双眼,他也将是幸福的。因此,诺斯替者绝不会将自己的终极目的寄托于偶然的命运,幸福以及作为上帝尊贵的王者之友,乃取决于他自身;即使有人加给他屈辱、流放、没收财产,乃至死亡,他也绝不会被剥夺那份自由以及对上帝至高无上的爱,这爱“凡事包容,凡事忍耐”;因为爱坚信神圣的护理妥善治理着万事。

§4.7.53

παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, φησίν. ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβον διδασκαλία, δἰ ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, δἰ ἣν ἐφιέμεθα τῶν βελτίστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκόν ἐστι, γνωστικῶς ἤδη παιδεύουσα. Ἕλληνες γὰρ οὐκ οἶδ’ ὅπως ἀνάγκῃ δεδωκότες ἀλόγῳ τὰ συμβαίνοντα ἄκοντες πείθεσθαι ὁμολογοῦσιν. ὁ γοῦν Εὐριπίδης λέγει· "ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα καὶ ἕτερα σπείρει νέα, αὐτός τε θνῄσκει. καὶ τάδ’ ἄχθονται βροτοί." εἶτα ἐπιφέρει· "ταῦτα δεῖ στέγειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν· οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς. "

他说:“所以我劝你们效法我。”拯救的第一阶段乃是出于敬畏的训导,借此我们远离不义;第二阶段是盼望,借此我们渴慕至善之物;而爱则如其所当地使人臻于完全,此时已以诺斯替式的方式进行教导。 希腊人不知何故将世事交托给非理性的必然,承认自己是在不情愿中顺从。欧里庇得斯便说道: “妇人啊,请接受我这些劝告:凡人之中,生来没有不经历辛劳的;人埋葬儿女,又生养新的骨肉,自己亦难免一死;凡人却为此烦忧。” 随后他又加上: “凡依顺自然必须经历的事,就当承受;对凡人而言,必然之事并无可怕之处。”

§4.7.54

Πρόκειται δὲ τοῖς τελείωσιν σπεύδουσιν ἡ γνῶσις ἡ λογική, ἧς θεμέλιος ἡ ἁγία τριάς, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. ἀμέλει πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ, φησὶν ὁ ἀπόστολος. καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω μόνον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου, ὡς ποιεῖν ὁμοῦ καὶ διδάσκειν δύνασθαι οἰκοδομοῦντα καὶ ἐποικοδομοῦντα. ὅτι μὲν γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ὡμολόγηται, ἀλλ’ ἡ συνείδησις τοῦ ἀσθενοῦντος ὑποφέρεται. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω. τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες2 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ κυρίου.

摆在奔向完全之人面前的,是理性的认识,其根基乃是神圣的三联:“信、望、爱,其中最大的就是爱。”使徒诚然说道:“凡事都可行,但不都有益处;凡事都可行,但不都造就人。”又说:“无论何人,不要只求自己的益处,也当求别人的益处”,以便能够在一边建造与加盖的同时,兼顾践行与教导。因为“地和其中所充满的都属乎主”,这固然是无可争辩的公认事实,但软弱之人的良心仍当予以体谅担待。 “我说的良心,不是你自己的,乃是别人的。我这自由为什么被别人的良心论断呢?我若谢恩而吃,为什么因我谢恩的物被人毁谤呢?所以,你们或吃或喝,无论做什么,都要为荣耀上帝而行。” “因为我们虽然在血气中行事,却不凭着血气争战。我们争战的兵器本不是属血气的,乃是在上帝面前有能力,可以攻破坚固的营垒,将各样的计谋、各样阻挡人认识主的自高之事,一概攻破了。”

§4.7.55

τούτοις ὁ γνωστικὸς τοῖς ὅπλοις κορυσσόμενος, ὦ κύριε, φησί, δὸς περίστασιν καὶ λάβε ἐπίδειξιν, ἴτω τὸ δεινὸν τοῦτο, κινδύνων ὑπερφρονῶ διὰ τὴν πρὸς σὲ ἀγάπην· "ὁθούνεκ’ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει." ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε, οἱ ἐν σώματι ἔτι ὄντες,3 καθάπερ οἱ παλαιοὶ δίκαιοι ἀπάθειαν ψυχῆς καὶ ἀταραξίαν καρπούμενοι·

诺斯替者以这些兵器装备自己,说道:“主啊,请赐下试炼并验收证明吧,让这可怖之事来临吧,因着对你的爱,我蔑视诸般危险;” “因为在人事之中,唯独美德不从外人处领取报酬,它自身便是其劳苦的奖赏。” “所以,你们既是上帝的选民、圣洁蒙爱的人,就要存怜悯、恩慈、谦虚、温柔、忍耐的心。在这一切之上,还要存着爱心,爱心就是联络全德的。又要叫基督的平安在你们心里作主,你们也为此蒙召,归为一体;且要存感谢的心”,你们这些仍在肉身之中,如同古代义人般享受着心灵的无情念与泰然自若之人。

语法注3 条
  1. 4.7.52τὸ μακαρίῳ εἶναι βασιλικῷ τε φίλῳ τοῦ θεοῦ

    带冠词不定式 τὸ εἶναι 的谓语形容词和名词(μακαρίῳ, βασιλικῷ ... φίλῳ)受到前文 ἐπ' αὐτῷ 中与格代词 αὐτῷ 的吸引,保持格的一致(作与格),而非按常规采取宾格(如 τὸ μακάριον εἶναι...)。

  2. 4.7.54λογισμοὺς καθαιροῦντες

    引自哥林多后书10:4–5。虽然其间插入了中性复数主格从句 τὰ ὅπλα ... δυνατά,但阳性复数主格分词 καθαιροῦντες 在句意上(依意义构文)直接承接第一人称复数动词 στρατευόμεθα(及分词 περιπατοῦντες)的主语。

  3. 4.7.55οἱ ἐν σώματι ἔτι ὄντες

    紧接歌罗西书3:15(εὐχάριστοι γίνεσθε)引文的分词短语。它作为祈使动词 γίνεσθε 的第二人称复数主语的同位语式呼告,与后面的分词 καρπούμενοι 一同指向作者当下的读者群。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.7.52-4.7.55