- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.7.48-4.7.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引古希腊悲剧、诗歌及哲人言行,论证当不惧死亡与肉体苦难而追求美德,并藉由使徒保罗的话语,阐明为信仰与盼望而甘受现世辛劳与羞辱的使徒品格。
" ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός,1 οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας πύθοι’ ἂν, οὐδ’ εἰ δεσμὰ πάντα προσβάλοις, "ἀφόβως ἀνδρεϊζομένη παρὰ τῇ τραγῳδίᾳ λέγει γυνή. ἥ τε Ἀντιγόνη τοῦ Κρεοντείου καταφρονοῦσα κηρύγματος θαρσοῦσά φησιν· "οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδε·" θεὸς δὲ ἡμῖν κηρύσσει καὶ πειστέον αὐτῷ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.‹ εἰκότως οὖν Σιμωνίδης γράφει· "ἔστι τις λόγος τὰν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις, νυμφᾶν δέ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπειν· οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος, ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ ἵκῃ τ’ ἐς ἄκρον ἀνδρείᾳ.2 "
“凡你渴望从我心中探知的事,你决探知不到,无论你是将我焚烧,还是从头顶到脚尖拉下可怕的锯子,抑或施加一切桎梏”,悲剧中的一位女子无所畏惧地展现男子气概说道。安提戈涅亦蔑视克瑞翁的法令,勇敢地说道: “因为向我宣布这事的绝非宙斯。” 然而向我们宣布的是上帝,我们必须顺服他;“因为人心里相信,就可称义;口里承认,就可以得救。” 经上正说道:“凡信他的人,必不至于羞愧。” 因此,西摩尼得斯自然写道: “有一传说,谓美德居于难以攀登的岩石之上,统领着敏捷仙女的圣洁舞蹈;她绝不显露在所有凡人的眼帘前,除非痛彻心脾的汗水从内涌出,凭着勇气登临顶峰。”
καὶ ὁ Πίνδαρος· "νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ ἔργα μετ’ αἰθέρα λαμπευθέντα." ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι· "τῷ πονοῦντι δ’ ἐκ θεῶν ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος." μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι καθ’ Ἡράκλειτον. "τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;" οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, τῷ Τιμοθέῳ γράφει. εἴη δ’ ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν· εἰ δὲ ὁ θεὸς τῆς ἐλπίδος οὗτός ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντες· οἱ δὲ μεστοὶ τῆς ἀγαθωσύνης πεπληρωμένοι, φησί, πάσης τῆς γνώσεως.
品达亦云: “青年人的思虑随辛劳而转动,终寻得荣耀;那在以太之中闪烁的功业,随岁月而生辉。” 埃斯库罗斯亦把握住这层思想说道: “对于辛劳者,众神当赐予名声作为劳苦的产物。” 赫拉克利特亦云:“更大的死亡获取更大的命运(份额)。” “视死如归者,又岂能作奴隶?” 使徒写信给提摩太说:“因为上帝赐给我们的,不是重陷于惧怕的奴仆之心,乃是刚强、仁爱、谨守的心。因此,你不要以给我们的主作见证为耻,也不要以我这为主被囚的为耻。” 照着使徒所说,那紧联于善、弃绝恶、存着无伪之爱的人,正是这样的人;“因为爱人的,就完全了律法。” 如果“使人有盼望的上帝”正是我们所见证的那位——事实正是如此——我们便承认我们的盼望,奔向那盼望;而他们正如使徒所说,“满有良善,充足了诸般的知识”。
Ἰνδῶν οἱ φιλόσοφοι Ἀλεξάνδρῳ λέγουσι τῷ Μακεδόνι· σώματα μὲν μετάξεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δ’ ἡμετέρας οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βουλόμεθα. πῦρ ἀνθρώποις μέγιστον κολαστήριον· τούτου ἡμεῖς καταφρονοῦμεν. κἀντεῦθεν Ἡράκλειτος ἓν ἀντὶ πάντων κλέος ᾑρεῖτο τοῖς δὲ πολλοῖς παραχωρεῖν ὁμολογεῖ κεκορῆσθαι ὅκωσπερ κτήνεσι. τοῦ σώματος γὰρ οὕνεκα οἱ πολλοὶ πόνοι, "τοῦδ’ οὕνεκα οἶκον στεγανὸν ἐξευρήκαμεν λευκόν τε ὀρύττειν ἄργυρον σπείρειν τε γῆν, τά τε ἄλλα ὅσα ἡμεῖς ὀνόμασιν γινώσκομεν. "
印度的哲学家们对马其顿的亚历山大说: “你可以将我们的肉体从一处挪到另一处,却不能强迫我们的灵魂做我们不愿做的事。火是人类最大的刑具;这正是我们所蔑视的。” 因此赫拉克利特选择唯一的名声而摒弃万事,却承认将“如同畜生般吃饱喝足”留给大众。因为世人的许多辛劳都是为了肉体: “正是为此,我们发明了蔽风雨的房屋、开采白银、耕种土地,以及其他一切我们凭名称所知的事物。”
τοῖς μὲν οὖν πολλοῖς ἡ ματαιοπονία αὕτη αἱρετή, ἡμῖν δὲ ὁ ἀπόστολός φησι· τοῦτο δὲ γινώσκομεν, ὅτι ὁ παλαιὸς ἄνθρωπος ἡμῶν συνεσταύρωται, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.3 ἆρ’ οὐκ ἐμφανῶς κἀκεῖνα ἐπιφέρει ὁ ἀπόστολος δεικνὺς τὸν καταισχυμμὸν τῆς πίστεως παρὰ τοῖς πολλοῖς; δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.
因此,对大众而言,这徒劳的辛作是所追求的;但使徒对我们说: “我们知道这件事,即我们的旧人和他同钉十字架,使罪身灭绝,叫我们不再作罪的奴仆。” 使徒指明信仰在大众面前受辱,难道不正是明白地加上了那些话吗? “我想上帝把我们使徒明明列在最后,好像定死罪的囚犯;因为我们成了一台戏,给世人和天使并众人观看。直到现在,我们还是又饥又渴,又赤身露体,又挨打,又没有一定的住处,被人迫害就忍受,被人毁谤就劝慰;我们被看作世上的污秽。”
- 4.7.48ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός
关系代词 ἃ 用作不定式 ἐκπυθέσθαι 的直接宾语,属格 τῆς ἐμῆς... φρενός 是由复合动词前缀 ἐκ- 支配的分离或来源属格(“从我的心中”)。该关系从句前置于主句 οὔτ’ ἂν ... πύθοι’ ἂν。
- 4.7.48ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ ἵκῃ τ’ ἐς ἄκρον ἀνδρείᾳ
带否定词 μή 的虚拟式 μόλῃ 和 ἵκῃ 在无小词 ἄν 的情况下紧接关系代词 ᾧ,属于诗歌中表示普遍条件的关系从句(“若非对某人……”)。与格 ᾧ 是与 μόλῃ 搭配的关涉与格(或利害与格),ἀνδρείᾳ 则为方式/手段与格。
- 4.7.51τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ
带有中性单数属格定冠词 τοῦ 的不定式短语,在此与前文的 ἵνα 从句平行,表示目的(“叫我们不再作……”)。这种属格不定式表示目的的结构是保罗书信及新约希腊语的典型用法。ἡμᾶς 为不定式在逻辑上的宾格主语。
