- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.7.45-4.7.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引希腊诗人的诗句以及保罗与彼得的书信,阐明肉体的软弱藉着圣灵与对全能者的信靠得以克服,并将苦难与殉道阐释为有分于基督荣耀的得胜过程。
οὐκ ἔστιν οὖν κατὰ τὸν Αἰσχύλου Τήλεφον νοεῖν ἁπλῆν οἶμον εἰς Ἅιδου φέρειν,1 ὁδοὶ δὲ πολλαὶ αἱ ἀπάγουσαι, ἁμαρτίαι πολυπλανεῖς. τούτους, ὡς ἔοικε, τοὺς ἀπίστους διακωμῳδῶν Ἀριστοφάνης "ἄγετε (φησίν), ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα κηροῦ, σκιοειδέα φῦλα, ἀμενηνοί, ἀπτῆνες, ἐφημέριοι." καὶ ὁ Ἐπίχαρμος αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι. ἡμῖν δὲ ὁ σωτὴρ εἴρηκεν· τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν ὁ ἀπόστολος ἐξηγεῖται, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. καὶ ἐπεκδιηγούμενος ἐπιφέρει, ἵνα μὴ ὡς Μαρκίων ἀχαρίστως ἐκδέξηταί τις τὴν δημιουργίαν κακήν·2 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. πάλιν τε αὖ· εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς,3 εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, ὡς συγκληρονόμοι Χριστοῦ.
因此,不能按照埃斯库罗斯的《忒勒福斯》那样认为“一条单一的小径通往冥府”,相反,引人迷途的道路有很多,即那使人多方误入歧途的诸般罪恶。阿里斯托芬在嘲弄这些不信之人时似乎说道: “来吧,生活在幽暗之中的人们,宛如树叶的一代,孱弱无力,蜡塑之物,幽灵般的族类,虚弱无依,没有翅膀,不过朝生暮死。” 厄庇卡摩斯亦云: “此乃人之天性,不过是充气的皮囊。” 而救主对我们说: “心灵固然愿意,肉体却软弱了”;因为使徒解释道: “体贴肉体的就是与上帝为仇, 因为不服上帝的律法,也是不能服;而且属肉体的人不能得上帝的喜欢。” 为了不让人像马吉安那样忘恩负义地将受造物视为邪恶,他进一步阐发并补充道: “基督若在你们心里,身体就因罪而死,心灵却因义而活。” 他又说: “因为你们若顺从肉体活着,必要死;因为我想,现在的苦楚若比起将来要显于我们的荣耀,就不足介意了——只要我们作为与基督同为后嗣者,为了也一同得荣耀而一同受苦。”
οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. ὁρᾷς δἰ ἀγάπην διδασκομένην μαρτυρίαν. κἂν δἰ ἀμοιβὴν ἀγαθῶν ἐθελήσῃς μαρτυρῆσαι, ἀκούσῃ πάλιν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δἰ ὑπομονῆς ἀπεκδεχόμεθα. ἀλλ’ εἰ καὶ πάσχομεν διὰ δικαιοσύνην, μακάριοι, φησὶν ὁ Πέτρος. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
“我们晓得万事都互相效力,叫爱上帝的人得益处,就是按他旨意被召的人。因为他预先所知道的人,就预先定下效法他儿子的模样,使他儿子在许多弟兄中作长子。预先所定下的人又召他们来;所召来的人又称他们为义;所称为义的人又叫他们得荣耀。” 你看,藉着爱所教导的见证(殉道)正是如此。即便你愿为了美事的报偿而作见证,你还会听到经上说: “我们得救是在乎盼望;只是所见的盼望不是盼望,因为人所见的,为什么还盼望呢?但我们若盼望所不见的,就必忍耐等候。” 彼得亦云: “我们就是为义受苦,也是有福的。 不要怕人的威吓,也不要惊慌;只要心里尊主基督为圣。有人问你们心中盼望的缘由,就要常作准备,以温柔、敬畏的心回答各人;存着无亏的良心,叫你们在何事上被毁谤,就在何事上可以叫那诬赖你们在基督里有好品行的人自觉羞愧。因为倘若上帝的旨意愿意如此,因行善受苦,总强如因行恶受苦。”
Κἄν τις ἐρεσχελῶν λέγῃ· καὶ πῶς οἷόν τέ ἐστι τὴν σάρκα τὴν ἀσθενῆ πρὸς τὰς δυνάμεις καὶ τὰ πνεύματα τῶν ἐξουσιῶν ἀνθίστασθαι; ἀλλ’ ἐκεῖνο γνωριζέτω ὅτι τῷ παντοκράτορι καὶ τῷ κυρίῳ θαρροῦντες ἀντιπολιτευόμεθα ταῖς ἀρχαῖς τοῦ σκότους καὶ τῷ θανάτῳ. ἔτι σοῦ λαλοῦντος, φησίν, ἐρεῖ· ἰδοὺ πάρειμι.4 ὅρα τὸν ἀήττητον βοηθόν, τὸν ὑπερασπίζοντα ἡμῶν. μὴ ξενίζεσθε τοίνυν, ὁ Πέτρος λέγει, τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
若有人吹毛求疵地说:“软弱的肉体怎能抵挡掌权者的势力与灵呢?”就当让他明白这一点:因信靠全能者和主,我们得以与黑暗的统治者及死亡相抗衡。 经上说: “你还说话的时候, 他必说:‘看哪,我在这里。’” 看哪,那不可战胜的帮助者,我们的庇护者! 彼得因此说: “有火炼的试验临到你们,不要以为奇怪,似乎是遭遇非常的事;倒要照着你们分受基督受苦的程度欢喜,使你们在他荣耀显现的时候,也可以欢喜快乐。你们若为基督的名受辱骂,便是有福的;因为荣耀的灵,就是上帝的灵,常住在你们身上”;正如经上所记:“我们为你的缘故终日被杀;人看我们如将宰的羊。然而,靠着爱我们的那位,我们在这一切的事上得胜有余。”
- 4.7.45οὐκ ἔστιν οὖν κατὰ τὸν Αἰσχύλου Τήλεφον νοεῖν ἁπλῆν οἶμον εἰς Ἅιδου φέρειν
οὐκ ἔστιν 为非人称句式,意为“不可能/不应”,后接不定式 νοεῖν(认为)。νοεῖν 又支配带不定式的宾格句结构 ἁπλῆν οἶμον ... φέρειν(一条单一的道路通往冥府),构成“不可如埃斯库罗斯的《忒勒福斯》那样认为一条单一的小径通往冥府”的层级结构。
- 4.7.45ἵνα μὴ ὡς Μαρκίων ἀχαρίστως ἐκδέξηταί τις τὴν δημιουργίαν κακήν
目的从句中的动词 ἐκδέξηται 接双重宾格(直接宾语 τὴν δημιουργίαν 与宾语补足语 κακήν),意为“将受造界视作邪恶”。ὡς Μαρκίων 为比较状语的省略(“如同马吉安那样”),上下文意在防范将物质世界视为本性上邪恶的异端倾向。
- 4.7.45πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς
介词短语 πρὸς τὴν ... δόξαν 依附于形容词 ἄξια,表示比较的基准(“足以与……相比”)。被动不定式 ἀποκαλυφθῆναι 与分词 μέλλουσαν 结合,修饰 δόξαν,意为“那将要显于我们的荣耀”。
- 4.7.47ἔτι σοῦ λαλοῦντος, φησίν, ἐρεῖ· ἰδοὺ πάρειμι
ἔτι σοῦ λαλοῦντος 为属格绝对结构,表示时间(“你还在说话的时候”)。主句动词 ἐρεῖ 的主语由引用的先知书文境(以赛亚书 58:9 等)隐指上帝/主。插入语 φησίν 用以引出圣经引文。
