- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.7.42-4.7.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证否认主且不遵行诫命之人并非损害了上帝的主权,而是丧失了自身的拯救与生命,并引用希腊哲学家的言论说明殉道之死乃是通向真正永恒生命的门户。
Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μᾶλλον δὲ τὴν ἑαυτοῦ διέψευσται ἐλπίδα ὃς οὐ πιστεύει τῷ θεῷ. οὐ πιστεύει δὲ ὁ μὴ ποιῶν ἃ ἐνετείλατο. τί δέ; οὐχ ἑαυτὸν ἀρνεῖται ὁ ἀρνούμενος τὸν κύριον; οὐ γὰρ ἀφαιρεῖται τῆς κυρίας τὸν δεσπότην1 ὅ γε καὶ στερίσκων αὑτὸν τῆς πρὸς ἐκεῖνον οἰκειότητος. ὁ τοίνυν ἀρνούμενος τὸν σωτῆρα ἀρνεῖται τὴν ζωήν, ὅτι ζωὴ ἦν τὸ φῶς. ὀλιγοπίστους τούτους οὐ λέγει, ἀλλὰ ἀπίστους καὶ ὑποκριτάς, τὸ μὲν ὄνομα ἐπιγεγραμμένους, τὸ δ’ εἶναι πιστοὺς ἀρνουμένους· πιστὸς δὲ εἴρηται καὶ δοῦλος καὶ φίλος. ὥστε εἴ τις ἑαυτὸν ἀγαπᾷ, ἀγαπᾷ τὸν κύριον καὶ ὁμολογεῖ τὴν σωτηρίαν. ἵνα σώσῃ τὴν ψυχήν. καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δἰ ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), θανῇ θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών· καὶ μή τι διὰ τοῦτο ἀδελφὸς εἴρηται·2 ὅτι ὁ δἰ ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνῄσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου. καὶ γὰρ αὐτὸς ζωὴ ὢν δἰ οὓς ἔπαθεν παθεῖν ἠθέλησεν, ἵνα τῷ πάθει ζήσωμεν αὐτοῦ· τί με λέγετε· κύριε κύριε, φησί, καὶ οὐ ποιεῖτε ἃ λέγω; ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ ἑκὼν τούτῳ ἑαυτὸν πέπρακεν· ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ’ ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δἰ ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι,3 οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες. εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, λέγει. ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
那么,我们当认为,那说谎、自显为不信并转投魔鬼阵营的人,究竟身陷于何等的邪恶之中呢?因此,凡不信上帝的人,就是对主说谎,或者毋宁说挫败了自己原有的指望;而不遵行主所吩咐之事的人,就是不信的人。又当如何看呢?那否认主的人,岂不是否认了自己吗?因为那剥夺自己与主之亲近关系的人,绝不能剥夺主宰的主权。因此,凡否认救主的人,就是否认生命,因为“光就是生命”。主并不称这些人是小信的,而是称他们为不信的和虚伪的,因为他们徒具名号,却否认作信实之人;而忠信之人既被称为仆人,又被称为朋友。是以人若爱自己,便当爱主,并承认救恩,以救自己的灵魂。 其实,即便你出于爱而为邻舍舍命,并且把救主视作我们的邻舍(因为施行拯救者被称为临近受救者的上帝),你也是因生命而选择了死亡,为你自己受苦更甚于为了他而受苦;岂不正是为此缘故他被称为弟兄吗?因为那出于对上帝之爱而受苦的人,乃是为着自身的得救而受苦;而那为自身的得救而死的人,亦是因着对主的爱而忍耐。须知他自己虽是生命,却甘愿为了他所受苦的对象去受苦,好叫我们因他的受难而得生。 他说:“你们为什么称呼我‘主啊,主啊’,却不遵我的话行呢?” 因为那只用嘴唇爱主、心却远离主的百姓乃是别的〔百姓〕,听信了别者,且甘愿将自己出卖给它;凡成全救主诫命的人,则在每一件行动中作见证,一面行他所喜悦的事,一面随之称呼主名,并藉着实际行动见证自己归属于所遵从的主,这些人已经把肉体同肉体的邪情私欲钉在十字架上了。 经上说:“我们若是靠圣灵得生,就当靠圣灵行事。” “顺着情欲撒种的,必从情欲收败坏;顺着圣灵撒种的,必从圣灵收永生。”
Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δἰ αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ,4 οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην. καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ’ οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων. Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· ἦν γὰρ ἂν τῷ ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, καὶ Πλάτων ἐν Φαίδωνι εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν καὶ τὰ ἑξῆς.
然而在可怜的人看来,为主流血的见证(殉道)似乎是最残酷的死亡,因为他们不知这死亡之门乃是真正生命的开端。他们既不愿明白敬虔度日之人死后的尊荣,也不愿明白不义且放荡行事之人的惩罚——我这样说,不仅是根据我们的圣经(几乎所有的诫命都昭示了这些事),而且他们甚至不愿听从自己本宗的道理。因为毕达哥拉斯学派的泰阿诺曾写道: “若灵魂不是不朽的,那么对那些作恶而后死去的恶人而言,此生委实是一场盛宴了”;柏拉图在《斐多篇》中亦云: “因为死若真是一切的摆脱,那便是一个意外的横财了”,等等。
- 4.7.42οὐ γὰρ ἀφαιρεῖται τῆς κυρίας τὸν δεσπότην
分离属格 τῆς κυρίας(主权、统治权)与动词 ἀφαιρεῖται 搭配,以宾格 τὸν δεσπότην(主宰)为直接宾语,意为“从主宰身上夺去其主权”。表明人即使背教也丝毫无损于上帝的主权,受损的唯有背教者自身。
- 4.7.43καὶ μή τι διὰ τοῦτο ἀδελφὸς εἴρηται
疑问小词 μή τι 与陈述语气完成时被动态 εἴρηται 连用,构成委婉的推测性疑问(“岂不正是为此缘故他被称为弟兄吗?”)。藉此探讨在舍己与自救的悖论性联系中,基督(或邻舍)何以被称为“弟兄”。
- 4.7.43δἰ ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι
关系代词 ᾧ 受动词 πείθονται(“他们所顺从的”)支配,并与不定式 εἶναι 连用,构成“证明自己属于所遵从的那一位”之意(属有与格或代词引申用法),指藉着行事为人证明自己确实归属于基督。
- 4.7.44Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δἰ αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ
倒装结构(hyperbaton):句首与格 τοῖς ἀθλίοις τῶν ἀνθρώπων 与动词 δοκεῖ 呼应,主语是后置的名词短语 ἡ δἰ αἵματος μαρτυρία τοῦ κυρίου,而表语不定式短语 θάνατος εἶναι ὁ βιαιότατος(“是最残酷的死亡”)被前置夹在两者之间。
