← 亚历山太的革利免

杂记

§4.6.38-4.6.41

八福中的心灵洁净与因爱受难

革利免阐释了八福中关于怜恤人、清心、使人和睦以及为义受逼迫的教训,论证真正的美德顶峰在于纯正的抉择、藉真知洗练灵魂、不动情的心灵契合,以及因爱上帝而超越对死亡的恐惧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.38

πάλιν φησίν· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ὁ δὲ ἔλεος οὐχ ᾗ τινες τῶν φιλοσόφων ὑπειλήφασι, λύπη ἐπ’ ἀλλοτρίαις συμφοραῖς, μᾶλλον δὲ ἀστεῖόν τί ἐστιν, ὡς οἱ προφῆται λέγουσιν· ἔλεον, γάρ φησι, θέλω καὶ οὐ θυσίαν. ἐλεήμονας δ’ εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἐλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν·1 ἐνίοτε γὰρ βουλόμεθα δἰ ἀργυρίου δόσεως ἢ διὰ σωματικῆς σπουδῆς ἔλεον ποιῆσαι, ὡς δεομένῳ ἐπαρκέσαι ἢ νοσοῦντι ὑπουργῆσαι ἢ ἐν περιστάσει γενομένῳ παραστῆναι, καὶ οὐχ οἷοί τέ ἐσμεν ἤτοι διὰ πενίαν ἢ νόσον ἢ γῆρας (φυσικὴ γὰρ νόσος καὶ τοῦτο) ἐξυπηρετῆσαι τῇ προαιρέσει ἐφ’ ἣν ὁρμώμεθα, μὴ δυνηθέντες ἐπὶ τέλος ἀγαγεῖν ὃ βεβουλήμεθα. τῆς αὐτῆς οὖν τιμῆς μεθέξουσι τοῖς δυνηθεῖσιν οἱ βεβουλημένοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ.

主又说:“怜恤人的人有福了,因为他们必蒙怜恤。”然而怜悯并不像某些哲学家所认为的那样,是对他人不幸的忧伤,而毋宁是某种高尚之物,正如先知们所说;因为他说:“我喜爱怜恤,不喜爱祭祀。”主所希望的,不仅是那些实践怜悯之事的人成为怜恤者,而且也是那些愿意施怜悯之人——即使他们无能为力——即那些本可凭心志抉择而有所行动的人。因为我们有时希望藉着施舍金钱或身体力行来施怜悯,诸如援助匮乏者、服事患病者或扶持身处危难者,但我们或因贫困、疾病、或因衰老(这也是一种自然的疾病)而无法履行我们所倾向的心志抉择,未能将所愿望之事付诸圆满。因此,那些心存愿望之人将与那些能够做到之人同享同样的荣耀,因为他们的心志抉择是平等的,即使他人在资财的充裕上占有优势。

§4.6.39

Ἐπεὶ δὲ τῶν ἀπαγόντων εἰς τὴν τελείωσιν τῆς σωτηρίας ὁδοὶ εὑρίσκονται δύο, ἔργα καὶ γνῶσις, μακαρίους εἶπεν τοὺς καθαροὺς τὴν καρδίαν, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, ᾗ τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ ἐνέργειά ἐστιν ἀγαθή. ἀγαθὰ γοῦν τὰ μὲν αὐτὰ καθ’ ἑαυτά, τὰ δὲ μετέχοντα τῶν ἀγαθῶν, ὡς τὰς καλὰς πράξεις φαμέν· ἄνευ δὲ τῶν μεταξύ, ἃ δὴ ὕλης ἐπέχει τάξιν, οὔθ’ αἱ ἀγαθαὶ οὔθ’ αἱ κακαὶ συνίστανται πράξεις, οἷον ζωῆς λέγω καὶ ὑγιείας τῶν τε ἄλλων τῶν ἀναγκαίων ἢ περιστατικῶν. καθαροὺς οὖν κατὰ τὰς σωματικὰς ἐπιθυμίας καὶ ἁγίους τοὺς διαλογισμοὺς τοὺς εἰς ἐπίγνωσιν τοῦ θεοῦ ἀφικνουμένους εἶναι βούλεται, ἵνα μηδὲν ἔχῃ νόθον ἐπιπροσθοῦν τῇ δυνάμει ἑαυτοῦ τὸ ἡγεμονικόν.

由于在通向得救圆满的道路中可以发现两条,即德行与真知,主便称清心的人有福了,“因为他们必得见上帝”。若我们真确地审视真理,真知就其为灵魂统导部分的洁净而言,本身也是一种善的活动。善的事物,有些是就其自身而言为善,有些则是藉着分有善的事物而为善,正如我们谈及良善的行径一样;然而若没有那些处于中间、居于质料地位的事物,无论善的行径还是恶的行径都不能成立——我指的是如生命、健康以及其他必需或境遇性的事物。因此,主要求那些达到对上帝完全认识的人在肉体私欲上清洁,在思想上圣洁,好使统导部分没有任何虚伪杂质来障蔽它自身的力量。

§4.6.40

ὅταν τοίνυν ἐνδιατρίψῃ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἕξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν. Μακάριοι τοίνυν οἱ εἰρηνοποιοί. τὸν ἀντιστρατηγοῦντα νόμον τῷ φρονήματι τοῦ νοῦ ἡμῶν, τοῦ θυμοῦ τὰς ἀπειλὰς καὶ τῆς ἐπιθυμίας τὰ δελέατα τά τε ἄλλα πάθη, ὅσα πολεμεῖ τὸν λογισμόν, τιθασεύσαντες καὶ ἐξημερώσαντες, οἱ μετ’ ἐπιστήμης ἔργων τε ἀγαθῶν καὶ λόγου ἀληθοῦς καταβιώσαντες εἰς υἱοθεσίαν ἀποκατασταθήσονται τὴν προσφιλεστάτην. εἴη δ’ ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, δἰ ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας ἁρμονίαν κτίσεως καλλίστην λογίζεται. εἰρηνοποιοῦσι δὲ καὶ τοὺς ἐνταῦθα πολεμουμένους τοῖς τῆς ἁμαρτίας στρατηγήμασι, μεταδιδάσκοντες ἐπὶ τὴν πίστιν καὶ τὴν εἰρήνην μετιέναι.

因此,当那以诺斯替方式分有神圣品质的人,在沉思默想中纯全地与神圣者交往时,他便更紧密地进入一种不动情的同一性状态,以至于他不再仅仅是拥有知识和掌握真知,而是化为知识与真知本身。 因此,“使人和睦的人有福了”。那些驯服并温和了与我们理智之意念相抗衡的律法、平息了愤怒的威吓与私欲的诱饵以及其他一切与理性争战的激情,并在良善行动与真实言语的知识中度尽一生的人,必将复归于最为珍爱的义子名分。而完全的使人和睦,当是在所遭遇的一切事上保持和平的心境不移,称神圣的统摄是圣洁而美好的,立足于关于神圣与人间事物的真知之中,藉此将宇宙中的对立视为受造物至美的和谐。他们也为那些在此世被罪恶之诡计围攻的人缔造和睦,教导他们归向信仰与和平。

§4.6.41

Κεφάλαιον δ’, οἶμαι, πάσης ἀρετῆς κύριος παιδεύων ἡμᾶς τὸ δεῖν2 γνωστικώτερον δἰ ἀγάπην τὴν πρὸς τὸν θεὸν θανάτου καταφρονεῖν· μακάριοι, φησίν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται, ἢ ὥς τινες τῶν μετατιθέντων τὰ εὐαγγέλια· μακάριοι, φησίν, οἱ δεδιωγμένοι ὑπὲρ τῆς δικαιοσύνης, ὅτι αὐτοὶ ἔσονται τέλειοι. καὶ μακάριοι οἱ δεδιωγμένοι ἕνεκα ἐμοῦ, ὅτι ἕξουσι τόπον ὅπου οὐ διωχθήσονται. καὶ μακάριοί ἐστε, ὅταν οἱ ἄνθρωποι μισήσωσιν ὑμᾶς, ὅταν ἀφορίσωσιν, ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ἐὰν μὴ βδελυσσώμεθα δηλονότι τοὺς διώκοντας καὶ ὑπομένωμεν τὰς παρ’ αὐτῶν τιμωρίας, μὴ μισοῦντες αὐτούς, βράδιον ἢ προσεδοκήσαμεν πεπειρᾶσθαι διανοούμενοι,3 ἀλλὰ κἀκεῖνο γινώσκοντες πρόφασιν εἶναι μαρτυρίου τὸν ὁντινοῦν πειρασμόν.

我想,主在陶冶我们时,将出于对上帝的爱而以更诺斯替的方式轻看死亡,立为一切美德的冠冕。 他说:“为义受逼迫的人有福了,因为他们必称为上帝的儿子”;或者如某些改换福音书文字者所载:“为义受逼迫的人有福了,因为他们必得完全;为我的缘故受逼迫的人有福了,因为他们必得一处不再受逼迫的地方”;以及“人为人子的缘故恨恶你们,弃绝你们,斥毁你们的名如同恶事,你们就有福了”——显然,前提是我们不厌弃逼迫我们的人,并忍受来自他们的刑罚,不怀恨他们,并思忖我们受试炼乃比预期的更迟,但也深知任何试炼皆是见证(殉道)的良机。

语法注3 条
  1. 4.6.38οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν

    关系代词与格 οἷς 的先行词是 τοὺς ἐθέλοντας,与 πάρεστιν 构成表示所属或具备的与格(“对……而言是可能的/具备的”)。主语为带定冠词的不定词 τὸ ἐνεργεῖν(行动)。该句意指“就心志抉择而言具备行动能力的人”,即使在外在行动上受阻。

  2. 4.6.41Κεφάλαιον δ’, οἶμαι, πάσης ἀρετῆς κύριος παιδεύων ἡμᾶς τὸ δεῖν

    句首的 Κεφάλαιον 作为宾格同位语(或谓语性宾格),与后文带冠词的不定词短语 τὸ δεῖν ... καταφρονεῖν(应当轻视死亡)构成同位关系。分词 παιδεύων 修饰主语 κύριος,整体结构为:“主在训诲我们时,将……的必要性作为一切美德的要旨/顶峰”。

  3. 4.6.41βράδιον ἢ προσεδοκήσαμεν πεπειρᾶσθαι διανοούμενοι

    由比较级副词 βράδιον(更迟)加比较连词 ἤ(比……)构成。完成时被动不定词 πεπειρᾶσθαι 作分词 διανοούμενοι 的宾语,意为“思忖我们乃是在比我们预期的更晚之时经受了试炼”。不定词的主语与分词的主语一致因而省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.6.38-4.6.41