- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.6.34-4.6.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引福音书的教导,论证基督所看重的财富并非外在的施舍,而是内在的心志抉择(prohairesis)与对激情的平息;并借助福音书的比喻、登山宝训以及柏拉图的论述,阐明与灵魂洁净程度相适应的来世居所与奖赏,最后剖析了真正悔改的本质。
λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαι· ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ οἱ διερχόμενοι δι’ αὐτῆς· οὐ περὶ ἄλλου τινός, ἀλλὰ περὶ ἀσωτίας καὶ φιλογυνίας, φιλοδοξίας, φιλαρχίας καὶ τῶν ὁμοίων διαλέγεται παθῶν· ἄφρον, γὰρ οὕτως ἔφη, ὅτι τῇ νυκτὶ ταύτῃ ἀπαιτοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας αὐτῇ, τίνι γένηται; καὶ τὰ μὲν τῆς ἐντολῆς ὧδε ἔχει κατὰ λέξιν· φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; διὰ τοῦτο λέγω· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. καὶ πάλιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἀπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην, ταῦτα γὰρ μεγάλα, τὰ δὲ μικρὰ καὶ περὶ τὸν βίον, ταῦτα προστεθήσεται ὑμῖν.
主说这些话,也是对那些愿意为了公义而甘受贫穷的人说的;因为他们藉着诫命听闻:“宽阔广大之路引到灭亡,从中经过的人也多”;主所论述的并非别物,而是关于放荡、恋色、虚荣、争权以及类似的激情。正如他所说:“无知的人哪,今夜就要索取你的灵魂;你为它所预备的,要归给谁呢?”而诫命的原话字面上是这样说的:“因此,你们要防备一切的贪心,因为人的生命并不在于家道丰盈。” “人若赚得全世界,赔上自己的灵魂,有什么益处呢?人还能拿什么换灵魂呢?” “所以我说:不要为灵魂忧虑吃什么,也不要为身体忧虑穿什么;因为灵魂胜于饮食,身体胜于衣裳。” 又说:“因为你们的父知道你们需用这一切东西;你们要先求天国和公义,因为这些是伟大的事,至于那些微小的、关乎今生的事,都要加给你们了。”
ἆρ’ οὐκ ἄντικρυς τὸν γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει; πλούσιον τοίνυν οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται ὁ παιδεύων τὴν ψυχὴν Χριστός.1 Ζακχαῖον τοίνυν, οἳ δὲ Ματθίαν φασίν, ἀρχιτελώνην, ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς αὐτὸν γενέσθαι, ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι ἐλεημοσύνην φάναι, κύριε, καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι. ἐφ’ οὗ καὶ ὁ σωτὴρ εἶπεν· ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν σήμερον τὸ ἀπολωλὸς εὗρεν. πάλιν τε αὖ θεασάμενος εἰς τὸ γαζοφυλάκιον τὸν μὲν πλούσιον ἀναλόγως τῇ κτήσει βεβληκότα, τὴν δὲ χήραν χαλκοῦς δύο πλεῖον ἔφη τὴν χήραν βεβληκέναι πάντων· ὃ μὲν γὰρ ἀπὸ τοῦ περισσεύματος, ἣ δὲ ἐκ τῆς ὑστερήσεως συνεισήνεγκεν.
主难道不是断然吩咐我们去追求诺斯替式的生活,劝勉我们以行动和言语去寻求真理吗?因此,陶冶灵魂的基督所视为财富的,不是施舍本身,而是其心志抉择。譬如税吏长撒该(有人称他为马提亚),听闻主屈尊到他那里,便说道:“主啊,看哪,我把所有的一半作施舍给出;我若讹诈了谁,就还他四倍。”救主论及他也说道:“人子今天来,寻找到了失丧的人。” 主又在库房观看,见财主照着财产投钱,而寡妇投了两个小钱,便说寡妇投的比众人更多;因为财主是从盈余中捐入,她却是从不足中捐入。
ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν. πραεῖς δὲ τοὺς κατὰ προαίρεσιν, οὐ κατ’ ἀνάγκην ἐπαινεῖ. εἰσὶ γὰρ παρὰ κυρίῳ καὶ μισθοὶ καὶ μοναὶ πλείονες κατὰ ἀναλογίαν βίων· ὃς γὰρ ἂν δέξηται, φησί, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὃς ἂν δέξηται δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται, καὶ ὃς ἂν δέξηται ἕνα τῶν μαθητῶν τούτων τῶν μικρῶν, τὸν μισθὸν οὐκ ἀπολέσει. πάλιν τε αὖ τὰς κατ’ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς. διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ διὰ τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ’ ἴσης δίκαιον μεμήνυκεν τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.2
至于主将一切归结于灵魂的陶冶,他说道:“温柔的人有福了,因为他们必承受地土。”温柔的人,乃是在灵魂中平息了愤怒、私欲以及附属于这些的诸般情欲之间那种不可和解之征战的人。主所赞许的,是出于自觉抉择而非出于被迫的温柔者。因为在主那里,照着各人生活的等次,既有赏赐,亦有众多的居所;因为他说:“人因为先知的名接待先知,必得先知所得的赏赐;人因为义人的名接待义人,必得义人所得的赏赐;无论何人接待这微小门徒中的一个,绝不会失去他的赏赐。” 此外,主藉着数目不等的工时,指明了照着功德而有的差别,即美德之高贵的报偿;更藉着分给每个工人的同等工资(即那由银币所暗喻的救恩),显明了对于在不同时辰做工之人所具有的均等公义。
ἐργάσονται μὲν οὖν κατὰ τὰς μονὰς τὰς ἀναλόγους ὧν κατηξιώθησαν γερῶν, συνεργοὶ τῆς ἀρρήτου οἰκονομίας καὶ λειτουργίας. οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, φησὶν ὁ Πλάτων, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι· διὰ σαφεστέρων τε αὖ τὸ αὐτὸ ὧδέ πως λέγει· τούτων δὲ αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα. ἔτι ἐπιφέρει· καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ὅθεν εἰκότως μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. οἱ γὰρ μετανοήσαντες ἐφ’ οἷς κακῶς προβεβιώκασιν, εἰς τὴν κλῆσιν παρέσονται· τοῦτο γάρ ἐστι τὸ παρακληθῆναι.3 τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ’ οὖν ἐνταῦθα εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.
因此,他们将在与所配得之尊荣相应的居所中做工,成为不可言说之经纶与圣职的同工。 柏拉图说:“那些被判定在圣洁度日上尤为卓越的人,正是从这地上如从监牢中被解脱和释放出来,上升进入洁净居所的人。”他又以更明晰的方式这样表达同一意思:“而在这些人中,凡藉着哲学得到充分洁净的人,在整个永恒的岁月中完全无需肉体而生活” ——尽管柏拉图给他们中的某些披上了气态的形式,给另一些甚至披上了火态的形式。他又接着说:“并且他们将到达比这些还要美好的居所,这些居所既不容易说明,此时的时间也不充裕。” 因此合宜地说:“哀恸的人有福了,因为他们必得安慰(蒙召)。”因为那些为自己先前的恶行悔改之人,必将应召而至;因为这就是“得安慰”的含义。悔改者有两种方式:较为普遍的一种是对所犯之事的惧怕,而更为独特的,则是出于良心、灵魂向着自身所生的愧疚;无论是在此世抑或在别处,因为没有任何地方与上帝的恩惠无缘。
- 4.6.35πλούσιον τοίνυν οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται ὁ παιδεύων τὴν ψυχὴν Χριστός.
将 πλούσιον 视作中性实质化形容词(相当于“财富”),作为 λογίζεται 的宾语或宾语补足语,意为“基督所视为财富的,不是施舍,而是心志抉择(prohairesis)”。另一种可能的语法解读是将 πλούσιον 视为阳性单数宾格,修饰上下文中省略的人(“基督不以施舍、而以心志抉择算[某人]为富足”);但结合后文撒该与穷寡妇的比照,论述的核心在于灵魂教育中何者构成真正的财富,故采前一种解读。
- 4.6.36πάλιν τε αὖ τὰς κατ’ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς. διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ διὰ τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ’ ἴσης δίκαιον μεμήνυκεν τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.
整个长句的核心支配动词是后置的 μεμήνυκεν,句式结构呈现对称的并列。前半部分的宾语 τὰς κατ’ ἀξίαν διαφοράς(同位语为 τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς)与介词短语 διὰ τῶν ὡρῶν... 搭配;后半部分的宾语 τὸ ἐπ’ ἴσης δίκαιον(带有限定属格 τῶν... ἐργασαμένων)则与 πρὸς δὲ καὶ διὰ τοῦ... ἴσου μισθοῦ 搭配。作者以此对应葡萄园工人的比喻:不同的做工时数指向功德的差异,而相同的银币工钱则指明了对所有人公正无差别的救恩。
- 4.6.37εἰς τὴν κλῆσιν παρέσονται· τοῦτο γάρ ἐστι τὸ παρακληθῆναι.
此处克莱门特将登山宝训中的“得安慰”(παρακληθήσονται)在词源与神学上与前文的 κλῆσις(召命、召请)以及 παρέσονται(出席、到场)联系起来。他没有将 παρακαλεῖν 仅仅理解为心理上的慰藉,而是阐释为“悔改之人蒙受召请而进入神圣的呼召之中”。
