← 亚历山太的革利免

杂记

§4.6.30-4.6.33

真正之善与必朽财富的辨析及天上财宝

革利免引述福音书的喻道故事与言论,辨析真正的善与必朽的财富,阐明借由克己与真知(诺斯替)向上升进的意义,并解明在天上积蓄财宝的真意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.30

οἱ τοιοῦτοι ἐκ δεξιῶν ἵστανται τοῦ ἁγιάσματος· οἱ δὲ διὰ τῆς τῶν φθαρτῶν δόσεως οἰόμενοι ἀντικαταλλάσσεσθαι τὰ τῆς ἀφθαρσίας ἐν τῇ τῶν δυεῖν ἀδελφῶν παραβολῇ μίσθιοι κέκληνται, καὶ μή τί γε ἐνταῦθα τὸ καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀνακύπτει,1 ἵν’ οἳ μὲν κατὰ τὴν πρὸς τὸν σωτῆρα ὁμοίωσιν συμπολιτεύωνται, οἱ δὲ ἐξ εὐωνύμων ἱστάμενοι κατὰ τὴν τούτων εἰκόνα. † τρία τοίνυν ἐστὶν ἀπὸ τῆς ἀληθείας, μιᾶς ῥίζης ἀμφοῖν ὑποκειμένης, αἱρέσεως δὲ οὐκ ἴσης, μᾶλλον δὲ τῆς κατὰ τὴν αἵρεσιν διαφορᾶς οὐκ ἴσης. διαφέρει δ’ οἶμαι, τὸ κατὰ μίμησιν ἑλέσθαι τοῦ κατὰ γνῶσιν ἑλομένου,2 ὡς τὸ πεπυρωμένον καὶ τὸ πεφωτισμένον τοῦ πυρὸς καὶ τοῦ φωτός. φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν οὕτως ὀνομάσαντος τοῦ κυρίου;

这样的人站在圣所的右边;然而,那些以为借着施舍必朽坏之物便可换取不朽事物的人,在关于两个弟兄的喻道故事中被称为“雇工”,此处难道不也显露出了“照着肖像和形像”这句话吗?以致一部分人照着与救主的“肖像”而共同生活,而那些站在左边的人则照着这些人的“形像”而〔共同生活〕。因此,源自真理的有三者,二者虽同有一根基底,抉择却不平等,或者更确切地说,照着抉择而产生的差异并不平等。依我之见,照着模仿去选择,与照着真知(诺斯替)去选择是有区别的,正如被点燃与被照亮之物有别于火与光。因此照着圣经,以色列乃是“肖像”之光,而另一者则是“形像”。主藉着拉撒路的喻道故事展示财主与穷人的形像,意在说明什么?又说“没有人能服侍两个主,上帝和玛门”,主以此命名贪财之心,又是何意?

§4.6.31

αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι. αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι. τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεῖς ἀλώπεκας προσεῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου ὑπάγετε, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες,3 καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ’ αὐτῶν καὶ μὴ καρποφορῆσαι δυνηθῆναι.

显然,在赴宴席的邀请中,贪爱财物者被召却不赴会,并非因拥有财物,而是因执迷地拥有财物。“因此狐狸有洞。”他将那些耗费光阴于开采自地下的财富之凶恶且属地的人称为“狐狸”。同样关于希律亦然:“你们去告诉那只狐狸说:‘看哪,我今天明天赶鬼治病,第三天我的事就成全了。’”因为他称“天上的飞鸟”,乃是指那些借着天而与其余鸟雀有别、真正洁净、能够向着天上之道(罗各斯)的真知飞翔的人。确实,不仅对于财富、声誉与婚姻,即便是对于贫困,在不能忍受者身上亦有万般愁烦;主在分成四部分的撒种喻道故事中,提到那落在荆棘和篱笆中的道之种子被它们挤住而不能结实,难道不正是暗指这些忧虑吗?

§4.6.32

μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δι’ εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου συνασκηθῆναι ζωῆς. εἶδον, γάρ φησι, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, λέγει ἡ γραφή, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. οὗτος δ’ ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶν· ὁ γὰρ λαὸς ὁ ἕτερος τοῖς χείλεσι τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἄπεστιν ἀπὸ κυρίου. τῷ στόματι αὐτῶν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ αὐτῶν καταρῶνται· ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν. ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

因此,必须学会如何运用所临到的一切境遇,以便通过诺斯替式的善美生活,一同受操练以获得永恒生命的稳固状态。因为他说:“我曾见过恶人大大有能力,像黎巴嫩的香柏树拔起”,圣经说,“我走过去,看哪,他已不在了;我寻找他,却找不着他的居所。你要守住纯全,察看正直,因为和平之人必有后嗣。”这当是指那由衷、由全心不假冒为善地信靠,并在全灵魂中安详平静的人。“因为另一批百姓用嘴唇尊敬,他们的心却远离主。他们用口称赞,心里却咒诅。他们用口爱他,用舌向他撒谎。他们的心向他并不正,他们在他约上也不坚定。

§4.6.33

διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια· τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ. παρρησιάσομαι ἐν αὐτῷ, ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ. μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτήμονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους· ἔρωτες γὰρ καὶ νόσοι καὶ οἱ φαῦλοι διαλογισμοὶ διορύσσουσι τὸν λογισμὸν καὶ τὸν ὅλον ἄνθρωπον, ὁ δὲ τῷ ὄντι θησαυρὸς ἡμῶν ἔνθα ἡ συγγένεια τοῦ νοῦ. ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ’ αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον αἰτουμένους. οὗτός ἐστι τῷ ὄντι βαλλάντιον μὴ παλαιούμενον, ἐφόδιον ζωῆς ἀιδίου, θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ, ὅτι ἐλεῶν ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος.

为此,愿狡诈的嘴唇归于无声,就是那向义人妄论不法之事的嘴唇。”又说:“愿主除灭一切狡诈的嘴唇和夸大的舌头,就是那些说:‘我们要高举自己的舌头,我们的嘴唇属于我们自己;谁是我们的主呢?’主说:‘因为困苦人的荒凉和穷乏人的叹息,我现在要起来;我要将他安置在救恩中,在其中坦然行事。’”因为基督属于心怀谦卑者,而不属于向着自己的羊群自高自大者。 “所以,不要为自己在地上积攒财宝,地上有蛾子和锈坏,有贼挖洞来偷。”主说这番话,或许是责备贪爱财物之人,但或许也是责备那些一味忧虑和挂虑的人,乃至那些爱惜肉体之人;因为情欲、疾病以及卑劣的思虑,都在“挖穿”理性思维与整个受造之人,而我们真正的财宝乃在心灵之亲缘性所在之处。此外,主传授了公义的共享性质,表明应当将我们藉着旧有行事为人所聚敛的一切归还于旧的习俗,并在祈求怜悯中奔回上帝面前。这才是真正“不朽坏的钱囊”,永生的盘缠,“在天上用之不尽的财宝”,因为主说:“我要怜悯谁,就怜悯谁”。

语法注3 条
  1. 4.6.30καὶ μή τί γε ἐνταῦθα τὸ καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀνακύπτει

    小词组合 μή τί (γε) 引导委婉的存疑或反诘句,带有肯定的含义(“此处难道不也显露出了……吗?”)。短语 τὸ καθ’ ὁμοίωσιν καὶ εἰκόνα(照着肖像和形像)源自《创世记》1:26,由中性定冠词 τὸ 实词化后整体作 ἀνακύπτει 的主语。

  2. 4.6.30διαφέρει δ’ οἶμαι, τὸ κατὰ μίμησιν ἑλέσθαι τοῦ κατὰ γνῶσιν ἑλομένου

    动词 διαφέρει(不同、有别)以实词化的不定式短语 τὸ κατὰ μίμησιν ἑλέσθαι(照着模仿去选择)为主语,并支配属格分词短语 τοῦ κατὰ γνῶσιν ἑλομένου(照着真知去选择的人/事)作为比较属格。紧随其后的 ὡς τὸ πεπυρωμένον... 以比喻阐明了这种差异。

  3. 4.6.31οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες

    系动词 εἰσί 在此被省略。属格 πλούτου, δόξης, γάμου 以及 πενίας 充当依附于 φροντίδες(忧虑、愁烦)的客体属格(宾格性属格)。分词 τῷ μὴ φέροντι(对于不能忍受的人而言)作为关系与格或所有与格,与主语 μυρίαι φροντίδες(万般愁烦)相连。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.6.30-4.6.33