← 亚历山太的革利免

杂记

§4.6.25-4.6.29

八福教导中的真正贫困与义的见证

作者引用福音书中的真福八端,论述真正的贫穷与殉道并非外在的匮乏,而是为了义而作出的自愿抉择,并阐明借由变卖财产与邻人相爱以通向对上帝真知的道路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.25

Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης σαφῶς ἡμᾶς διδάσκει ἐν πάσῃ περιστάσει τὸν μάρτυρα ζητεῖν·1 ὃς ἐὰν πτωχὸς ᾖ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην ἀγαθὸν εἶναι ἣν ἠγάπησεν, κἂν πεινῇ κἂν διψῇ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην τὸ ἄριστον τυγχάνειν.

我们神圣的救主将贫穷与财富以及诸如此类的事物,既配置于属灵的领域,亦配置于感官的领域。因为既然他说“为义受逼迫的人有福了”,他便明确地教导我们在一切境遇中寻求见证人(殉道者):凡为义而贫穷的人,便见证了他所爱的义乃是善;若他为义而饥渴,便见证了义乃是最卓越之物。

§4.6.26

ὁμοίως δὲ καὶ ὁ κλαίων καὶ ὁ πενθῶν διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ.2 ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαιοσύνην μακαρίους λέγει, ὁ τὸν γνήσιον ἀποδεχόμενος πόθον ὃν οὐδὲ λιμὸς διακόψαι ἴσχυσεν. κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοι· μακάριοι δὲ καὶ οἱ πτωχοὶ εἴτε πνεύματι εἴτε περιουσίᾳ διὰ δικαιοσύνην δηλονότι. μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δἰ ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεοῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.

同样,那为义而哀哭与哀恸的人,亦见证了最至善的律法是崇高的。因此,如同称那些受逼迫的人有福一样,他也称那些为义而饥渴的人有福,欣然接纳这种连饥荒也未能斩断的纯真渴慕。纵使他们所饥渴的就是义本身,他们也是有福的;“贫穷的人也是有福的”,显而易见,无论是在灵里贫穷,抑或在财物上贫穷,皆是因着义的缘故。难道他所称赞为有福的,不正是那些并非单单贫穷、而是甘愿为义而成为贫穷的人吗?即那些为了获取至善而轻蔑世间尊荣的人;同样,还有那些借着圣洁而在品格与肉体上变得优美的人,那些出身高贵与受尊崇的人,他们因着义而进至承继儿子的名分,并因此获得了“成为上帝儿女的权柄”,得以“践踏蛇和蝎子”,并统治污鬼与仇敌的全军。

§4.6.27

καὶ ὅλως ἡ κυριακὴ ἄσκησις ἀπάγει τὴν ψυχὴν τοῦ σώματος εὐχαρίστως, εἴ γε καὶ αὐτὴ αὑτὴν κατὰ μετάθεσιν ἀποσπᾷ. ὁ γὰρ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας εὑρήσει αὐτήν, ἢν μόνον τὸ ἐπίκηρον ἡμῶν ἐπιβάλωμεν τῇ τοῦ θεοῦ ἀφθαρσίᾳ. θέλημα δὲ τοῦ θεοῦ ἐπίγνωσις τοῦ θεοῦ. ἥτις ἐστὶ κοινωνία ἀφθαρσίας. ὁ τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται,3 ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ. τοῦτ’ οὖν ἐστι τὸ εὑρεῖν τὴν ψυχήν, τὸ γνῶναι ἑαυτόν.

大体而言,主的修练是以感恩之心引导灵魂离开肉体,只要灵魂自身亦借着转置而抽离自己。因为“凡寻得自己灵魂的,必丧失它;凡丧失它的,必寻得它”,只要我们将自己必朽坏的本性寄托于上帝的不朽之上。上帝的旨意即是对上帝的真知,这乃是分有不朽。因此,凡照着悔改之道认识到自己灵魂是有罪的人,必因抽离了那罪恶而使灵魂对罪丧失;既丧失了它,就必照着顺服寻得那在信仰中复活、却对罪死绝的〔灵魂〕。因此,寻得灵魂,即是认识自己。

§4.6.28

τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωικοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας.4 αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεως· ὁ δὲ ἐκβιασάμενος δικαστὴς ἀρνεῖσθαι τὸν ἠγαπημένον διελέγχειν μοι δοκεῖ τὸν φίλον τῷ θεῷ καὶ τὸν μή. ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἄν τις καὶ μᾶλλον ἕλοιτο, ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦ· καί πως ἡ τῶν κακῶν πράξεων ἀποχὴ μείωσίς τε καὶ σβέσις τῶν κακιῶν εὑρίσκεται, καθαιρουμένης τῆς ἐνεργείας αὐτῶν διὰ τῆς ἀπραξίας, καὶ τοῦτ’ ἔστι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, τουτέστιν τοῖς ὑπὸ τοῦ κυρίου λεγομένοις ἕπου.

至于向着神圣事物的回转,斯多亚学派称其产生于一种转变,即灵魂转变成智慧;而柏拉图则说它产生于灵魂接受了向着更善之物的回转,如同从某种夜一般的白昼中转化过来。事实上,哲学家们也赞同在善人身上有“合乎理性的脱离(自尽)”,如果有任何事物剥夺了他的行动,以致他连行动的指望都不复存留;但那逼迫人否认真爱之主的审判官,在我看来则彻底鉴察了谁是上帝之友,谁不是。在此甚至不再留有任何比较的余地:人究竟宁可选择人的恐吓,抑或上帝的爱;而在某种程度上,禁绝恶行被发现即是恶习的缩减与熄灭,因为它们的活动力借着无所作为而被拆毁。这就是:“变卖你所有的,分给穷人,并且你来跟从我”——也就是说,遵行主所说的话。

§4.6.29

ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν· ἀλλ’ ὁ θεὸς γὰρ πάντα πᾶσι μερίζει κατ’ ἀξίαν δικαίας οὔσης τῆς οἰκονομίας· καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ’ ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ κυριακῇ τελειωθεὶς εὐποιίᾳ. αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα· εὐεργεσίαν δὲ ἀγάπη ἐπαγγέλλεται ἡ κυριεύουσα τοῦ σαββάτου κατ’ ἐπανάβασιν γνωστικήν. δεῖν δ’ οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δἰ αὐτὸ δὲ τὸ ἀγαθὸν προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.

有人声称主所说的“财产”是指灵魂中异在的事物,然而他们却无法说明这些如何能分给穷人。但是,上帝按照各人的应得将万物分配给众人,因为其经纶本是公义的。因此他说:“借着你的崇高胸襟轻蔑上帝所分配的财物,遵行我所说的话,奔向属灵的上升,不仅因禁绝恶行而称义,更借着主式的行善而得完全。”事实上,他揭露了那个夸口自己完全遵守了律法诫命的人并未爱邻如己;而爱,在依照真知(诺斯替)的升华中主宰着安息日,并许诺行善。而且我认为,人当既非出于对惩罚的畏惧,亦非为了任何许诺的赐予,而是单单为了善本身,进而归向这救恩的道(罗各斯)。

语法注4 条
  1. 4.6.25ἐν πάσῃ περιστάσει τὸν μάρτυρα ζητεῖν

    不定式 ζητεῖν 的逻辑主语为前文代词 ἡμᾶς,宾格 τὸν μάρτυρα 为其直接宾语,意为“在一切境遇中寻求见证人(或殉道者)”。此处的 μάρτυς 不仅指流血殉道者,亦广义指在一切处境中为义作证之人。

  2. 4.6.26μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ

    动词 μαρτυρεῖ 带与格补足成分 τῷ βελτίστῳ νόμῳ 及不定式 εἶναι,表语形容词 καλῷ 依格一致性取与格。整个结构意为“为那至善的律法作证,表明它是崇高(善美)的”。

  3. 4.6.27ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται

    属格短语 τῆς ἁμαρτίας 表分离或所关涉之范畴,修饰 ἀπολέσει:“关于那灵魂已从中抽离的罪而言,他必将失去它(灵魂)”。作者将福音书中丧掉生命的经文(太 10:39;16:25)寓意性地解释为“向着罪死”。

  4. 4.6.28μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας

    此处化用柏拉图《理想国》卷七(521c)洞穴比喻中的著名表述,指灵魂从宛如黑夜的白昼(感官虚妄世界)向着真正日光与真理的回转(περιαγωγή / μεταστροφή)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.6.25-4.6.29