- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.5.19-4.5.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免驳斥了斯多亚学派将肉体状态视作完全无差别的观点,论证了健康与外在资财当作为灵魂修习真知与德性的工具而善加利用。他还从知识引导的角度阐释了殉道者对痛苦与快乐的抉择,并引述诸位诗人与哲学家关于财富与贫困的言论。
Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωικῶν1 οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγιείας· ἀλλ’ ἀμφότερα ταῦτα λέγουσιν ἀδιάφορα εἶναι. καίτοι καὶ Ἰὼβ ἐγκρατείας ὑπερβολῇ καὶ πίστεως ὑπεροχῇ πένης μὲν ἐκ πλουσίου, ἄτιμος δὲ ἐξ ἐνδόξου, αἰσχρὸς δὲ ἐκ καλοῦ καὶ νοσερὸς ἐξ ὑγιεινοῦ γενόμενος ἡμῖν ἐστι παράδειγμα ἀγαθὸν ἀναγεγραμμένος, δυσωπῶν τὸν πειράσαντα, εὐλογῶν τὸν πλάσαντα, φέρων οὕτω τὰ δεύτερα ὡς καὶ τὰ πρότερα, διδάσκων εὖ μάλα τοῖς περιστατικοῖς ἅπασιν οἷόν τε εἶναι καλῶς χρῆσθαι τὸν γνωστικόν. καὶ ὅτι γε εἰκόνες τὰ παλαιὰ κατορθώματα εἰς τὰ ἡμεδαπὰ ἐπανορθώματα ἔκκεινται, ἐμφαίνων ὁ ἀπόστολος2 ὥστε τοὺς δεσμούς μου φησὶ φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν, ἐπεὶ καὶ τὰ μαρτύρια ἐπιστροφῆς ἐστι παραδείγματα ἐνδόξως ἡγιασμένα. ὅσα γὰρ ἐγράφη, λέγει, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν τῆς παρακλήσεως.
同样令人诧异的是斯多亚学派,他们声称灵魂决不受肉体的影响,既不因疾病而倾向恶,也不因健康而倾向德,反倒称这两者皆属无别之物。然而约伯因克制的极致与信仰的超卓,由富变贫,由尊变卑,由美变丑,由健变病,被载入史册作为我们的善美典范;他使试探者抱愧蒙羞,称颂造物主,承受后来的灾祸如同承受起初的福分,极好地教导了诺斯替信徒(真知者)能够善用一切境遇。使徒表明古代的事迹被陈列出来乃是作为纠正我们自身的典范,说道:“以致我的捆锁在全御营和其余众人中显明是因基督的缘故,并且在主里的众弟兄多半因我的捆锁而满怀信心,越发放胆无惧地传讲上帝的道”;因为殉道也是荣耀地得以圣化的悔改归正的榜样。他说:“凡所写的,都是为教训我们写的,叫我们借着忍耐和经书的安慰,可以得着安慰的盼望。”
Ἔοικε δέ πως παρούσης ἀλγηδόνος ἡ ψυχὴ νεύειν ἀπ’ αὐτῆς καὶ τίμιον ἡγεῖσθαι τὴν ἀπαλλαγὴν τῆς παρούσης ὀδύνης. ἀμέλει κατ’ ἐκεῖνο καιροῦ καὶ μαθημάτων ῥᾳθυμεῖ, ὁπηνίκα καὶ αἱ ἄλλαι ἀπημέληνται ἀρεταί. καὶ οὐ δήπου τὴν ἀρετὴν αὐτὴν πάσχειν φαμέν (οὐδὲ γὰρ νοσεῖ ἡ ἀρετή), ὁ δὲ ἀμφοῖν μετεσχηκώς, ἀρετῆς καὶ νόσου, ὑπὸ τοῦ κατεπείγοντος θλίβεται· κἂν μὴ καταμεγαλοφρονῶν τύχῃ, ὁ μηδέπω τὴν ἕξιν τῆς ἐγκρατείας περιποιησάμενος ἐξίσταται, ἴσον τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι.3
痛苦当头之时,灵魂似乎总会不由自主地回避它,将摆脱眼前的剧痛视为宝贵。自然,在那个时刻灵魂也会怠慢于学业,那时其他德行同样被忽视。我们绝非说德行本身在受苦(因为德行并不患病),而是那同时分有德行与疾病的人,为切近的逼迫所压迫;除非他生性心志宏毅,否则尚未养成克制稳固习惯之人便会失衡倒下,而不能忍耐就被发现等同于逃避。
ὁ δὲ αὐτὸς λόγος καὶ περὶ πενίας, ἐπεὶ καὶ αὕτη τῶν ἀναγκαίων, τῆς θεωρίας λέγω καὶ τῆς καθαρᾶς ἀναμαρτησίας, ἀπασχολεῖν βιάζεται τὴν ψυχήν, περὶ τοὺς πορισμοὺς διατρίβειν ἀναγκάζουσα τὸν μὴ ὅλον ἑαυτὸν δἰ ἀγάπης ἀνατεθεικότα τῷ θεῷ, ὥσπερ ἔμπαλιν ἥ τε ὑγίεια καὶ ἡ τῶν ἐπιτηδείων ἀφθονία ἐλευθέραν καὶ ἀνεμπόδιστον φυλάσσει τὴν ψυχὴν τὴν εὖ χρῆσθαι τοῖς παροῦσι γινώσκουσαν· θλῖψιν, γάρ φησιν ὁ ἀπόστολος, τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. θέλω γὰρ ὑμᾶς ἀμερίμνους εἶναι πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
同样的道理亦适用于贫困,因为贫困同样迫使灵魂离开必需的追求——我是指沉思冥想与纯洁无过——强迫那未曾借由爱将全身心奉献给上帝的人为谋生而奔波劳碌;相反,健康与日用资财的充足,则保守那懂得善用眼前境遇的灵魂处于自由且不受阻碍的境地。使徒说道:“因为这样的人肉身必受患难,我却体恤你们。我愿你们毫无挂虑,行那合宜的事,得以专心无杂念地侍奉主。”
τούτων οὖν ἀνθεκτέον οὐ δἰ αὐτά, ἀλλὰ διὰ τὸ σῶμα,4 ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, ἐφ’ ἣν ἡ ἀναφορά. ἐν ταύτῃ γὰρ μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τό γε μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναί τινας ἡδονάς. ἔπειτα δὲ εἴ τινας μὲν αἱρούμεθα τῶν ἡδονῶν, τινὰς δὲ φεύγομεν, οὐ πᾶσα ἡδονὴ ἀγαθόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀλγηδόνων ὁ αὐτὸς λόγος, ὧν τὰς μὲν ὑπομένομεν, τὰς δὲ φεύγομεν, ἡ δὲ αἵρεσις καὶ φυγὴ κατ’ ἐπιστήμην γίνεται· ὥστε τὴν ἐπιστήμην εἶναι τὸ ἀγαθόν, οὐ τὴν ἡδονήν, δἰ ἣν ἔστιν ὅτε καὶ τὴν ποιὰν ἡδονὴν αἱρησόμεθα.
因此,持守这些事物并非因其自身,而是为了肉体;对肉体的照料则是为了灵魂,其最终归趋全在于灵魂。因为按真知行事为人者,必须在灵魂之中学习当行之事;既然某些快乐是恶的,这就已经公认了快乐并非善。其次,如果我们选择某些快乐而避开另一些,快乐便并非全都是善。同样,对于痛苦也是同一道理:某些痛苦我们甘愿承受,某些则回避,而这种抉择与回避是依照真知进行的。因此,真知才是至善,而非快乐;有时正是为了真知,我们才会选择某种特定的快乐。
αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν δἰ ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται. εἰ δὲ κατὰ μὲν δίψαν ἡ ἀλγηδὼν νοεῖται, κατὰ τὴν πόσιν δὲ ἡ ἡδονή, ποιητικὴ τῆς ἡδονῆς ἡ ἀλγηδὼν ἡ προϋπάρξασα γίνεται· ἀγαθοῦ δὲ ποιητικὸν τὸ κακὸν οὐκ ἂν γένοιτο, οὐθέτερον οὖν κακόν. ὁ μὲν οὖν Σιμωνίδης, καθάπερ καὶ Ἀριστοτέλης, "ὑγιαίνειν μὲν ἄριστον ἀνδρί, "γράφει, "δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν ἀδόλως." καὶ ὁ Μεγαρεὺς Θέογνις· "χρὴ πενίην φεύγοντα καὶ εἰς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ’ ἠλιβάτων." ἔμπαλιν δὲ Ἀντιφάνης ὁ κωμικὸς ὁ πλοῦτος φησί, † πλέον θάτερον βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.
例如,殉道者借由眼前的痛苦,选择那出于盼望的快乐。如果痛苦被理解为口渴,快乐被理解为饮水,那么预先存在的痛苦就成了产生快乐的原因;然而恶绝不可能产生善,因此二者皆非恶。于是西莫尼德斯正如亚里士多德那样写道:“于人而言,健康为至上,其次为生得容貌俊美,第三为无欺而富有。”墨加拉的塞奥格尼斯亦云:“库尔诺斯啊,为了逃避贫困,人当投身于波涛汹涌的深海,从悬崖绝壁上纵身跃下。”然而反过来,喜剧诗人安提法奈斯却说:“财富接管了那些比旁人看得更清的人,使他们沦为盲目。”
αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κηρύττεται· "καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν, "φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων. "κακὸν οὖν ἦν τι παίδευμα εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί, "ἐν τῷ Ἀλεξάνδρῳ ὁ Εὐριπίδης πεποίηκεν. εἴρηταί γε· "ἡ πενία σοφίαν ἔλαχε διὰ τὸ συγγενές." ἁ φιλοχρηματία δὲ οὐ Σπάρταν μόνον, ἀλλὰ καὶ πᾶσαν πόλιν ἕλοι ἄν. "οὔκουν μόνον νόμισμα λευκὸς ἄργυρος ἢ χρυσός ἐστιν, ἀλλὰ καὶ ἀρετὴ βροτοῖς, "ὥς φησιν ὁ Σοφοκλῆς.
例如,诗人们宣称财富生来盲目:“她为他生下了一个儿子,这孩子从未见过初升的日光,”哈尔基斯的欧福里翁如此写道。“可见财富与过度的骄奢,于人类乃是通向真正雄伟品格的恶劣教养,”欧里庇得斯在《亚历山大》中创作道。人们亦曾说:“贫困因血缘之亲而分得了智慧。”而贪爱钱财不仅能毁灭斯巴达,亦能倾覆每一座城邦。正如索福克勒斯所云:“是以对于凡人,光华闪耀的银子与金子并非唯一的通货,德行亦然。”
- 4.5.19Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωικῶν
动词 θαυμάζειν 与无人称形容词 ἄξιον [ἐστί] 连用,后接表示评价对象的属格 τῶν Στωικῶν(“关于斯多亚学派的人也值得诧异”)。句首的 καί 具有递进或强调意味。
- 4.5.19καὶ ὅτι γε εἰκόνες τὰ παλαιὰ κατορθώματα εἰς τὰ ἡμεδαπὰ ἐπανορθώματα ἔκκεινται, ἐμφαίνων ὁ ἀπόστολος
状语分词 ἐμφαίνων 与主语 ὁ ἀπόστολος 一致,从属于插入引文之中的主句限定动词 φησί。ὅτι 引领的整个从句作 ἐμφαίνων 的宾语,表明“古代的伟绩作为范型陈列出来以纠正我们自身”。
- 4.5.20ἴσον τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι
带冠词不定式 τὸ μὴ ὑπομεῖναι(“不能忍耐”)作语法主语,而 τῷ φεύγειν(“逃避”)则为由表语形容词 ἴσον 所要求的与格补足语,意为“不能忍耐被发现等同于逃避”。
- 4.5.22τούτων οὖν ἀνθεκτέον οὐ δἰ αὐτά, ἀλλὰ διὰ τὸ σῶμα
动词性形容词 ἀνθεκτέον [ἐστί] 用于无人称句式,依中动相动词 ἀντέχεσθαι 的支配要求,后接属格 τούτων(指代前述的健康及日用品充裕等外部条件),意为“应当持守这些事物”。
