← 亚历山太的革利免

杂记

§4.4.15-4.4.18

作为纯洁生活的真殉道与对假殉道的驳斥

克莱门特论证真正的殉道不仅在于死亡,而在于出于对上帝真知的整个纯洁生活,并引用福音书、赫拉克利特与柏拉图加以阐释;同时他既驳斥了因怯懦贪生而否定殉道的异端,也谴责了因憎恨造物主而盲目求死的狂热分子,维护了肉体对心智与美德的正当价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.15

διὰ ταῦτα οὐδὲ καθαρὰν ἀπολύουσιν τὴν ψυχήν, ἀλλ’ ὥσπερ μολυβδίδας τὰς ἐπιθυμίας μεθ’ ἑαυτῆς φερομένην, εἰ μή τινες τούτων ἐλλόγιμοι κατ’ ἀρετὴν γεγόνασιν. εἰσὶ δὲ καὶ οἳ ἐν πολέμῳ μετ’ ἐπιθυμιῶν ἀποθνῄσκουσιν, οὐδὲν οὗτοι διαφέροντες. ἢ εἰ καὶ νόσῳ κατεμαραίνοντο. εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ’ ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται,1 οἷον αἷμα τὴν πίστιν ἀνὰ τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον προχέουσα. αὐτίκα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησίν· ὃς ἂν καταλείψῃ πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς καὶ τὰ ἑξῆς ἕνεκεν τοῦ εὐαγγελίου καὶ τοῦ ὀνόματός μου μακάριος οὑτοσί, οὐ τὴν ἁπλῆν ἐμφαίνων μαρτυρίαν, ἀλλὰ τὴν γνωστικήν, ὡς κατὰ τὸν κανόνα τοῦ εὐαγγελίου πολιτευσάμενος διὰ τῆς πρὸς τὸν κύριον ἀγάπης· γνῶσιν γὰρ σημαίνει ἡ τοῦ ὀνόματος εἴδησις καὶ ἡ τοῦ εὐαγγελίου νόησις, ἀλλ’ οὐ ψιλὴν τὴν προσηγορίαν, ἀπολιπεῖν μὲν γένος τὸ κοσμικόν, ἀπολιπεῖν δὲ οὐσίαν καὶ κτῆσιν πᾶσαν διὰ τὸ ἀπροσπαθῶς βιοῦν. μήτηρ γοῦν ἡ πατρὶς καὶ τροφὸς ἀλληγορεῖται, πατέρες δὲ οἱ νόμοι οἱ πολιτικοί. ἃ δὴ ὑπεροπτέον εὐχαρίστως τῷ μεγαλόφρονι δικαίῳ ἕνεκεν τοῦ φίλον γενέσθαι τῷ θεῷ καὶ τυχεῖν τῶν δεξιῶν μερῶν τοῦ ἁγιάσματος, καθάπερ καὶ οἱ ἀπόστολοι πεποιήκασιν.

出于这些缘故,他们未能纯洁地释放灵魂,而是让灵魂携带着如铅坠般的诸般欲望,除非他们当中有人因德性而著称。在战争中也有人怀揣着欲望而死,这些人与因病消瘦而死的人毫无分别。因此,如果对上帝的承认就是见证(殉道),那么凡怀着对上帝的真知、纯洁生活、顺从诫命的灵魂,无论以何种方式脱离肉体,在整个人生中,乃至在离世之时,如鲜血般倾倒其信仰,在生活与言语上便都是见证人(殉道者)。主在福音书中随即说道:“凡为了福音和我的名,舍弃父亲或母亲或弟兄的,”等等,“这人是有福的”,这表明的不是普通的殉道,而是诺斯替式的殉道,即因对主之爱而依照福音的准则度日的人;因为知晓这名并领会福音,意味着真知,而非徒具虚名,即因无挂碍地生活而舍弃世俗的亲族,舍弃一切资财与产业。无论如何,“母亲”寓指祖国与养育者,而“父亲”则指城邦的法律。心怀高尚的义人为了成为上帝的朋友、为了在至圣所右边得享福分,自当欣然蔑视这些,正如使徒们所做的那样。

§4.4.16

Εἶτα Ἡράκλειτος μέν φησιν ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι, καὶ Πλάτων ἐν τῷ πέμπτῳ τῆς Πολιτείας γράφει· τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ’ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; πάντων γε μάλιστα. τὸ δὲ χρυσοῦν γένος πρὸς θεῶν ἐστι τῶν κατ’ οὐρανὸν καὶ τὴν ἀπλανῆ σφαῖραν, οἳ μάλιστα τὴν ἡγεμονίαν ἔχουσι τῆς κατ’ ἀνθρώπους προνοίας. τινὲς δὲ τῶν αἱρετικῶν τοῦ κυρίου παρακηκοότες ἀσεβῶς ἅμα καὶ δειλῶς φιλοζωοῦσι, μαρτυρίαν λέγοντες ἀληθῆ εἶναι τὴν τοῦ ὄντως ὄντος γνῶσιν θεοῦ, ὅπερ καὶ ἡμεῖς ὁμολογοῦμεν, φονέα δὲ εἶναι αὐτὸν ἑαυτοῦ καὶ αὐθέντην τὸν διὰ θανάτου ὁμολογήσαντα, καὶ ἄλλα τοιαῦτα δειλίας σοφίσματα εἰς μέσον κομίζοντες. πρὸς οὓς εἰρήσεται ὁπόταν καιρὸς ἀπαιτῇ· διαφέρονται γὰρ ἡμῖν περὶ ἀρχάς.

接着,赫拉克利特说:“阵亡战阵者,神与人俱尊”,柏拉图在《理想国》第五卷中也写道:“至于那些从军阵亡者,凡流芳百世而殁者,我们岂非首先说他是属于黄金一代的吗?正是如此。”而黄金一代属于天界与恒星天球之诸神,这些神最掌握着关乎人类命运的眷顾权。然而,某些异端分子误解了主的话,既不敬又怯懦地贪生惜命,声称真正的殉道乃是对真正存在之上帝的认识——这一点我们也承认——但那些以死承认的人则是杀害自己的凶手与自戕者,并抬出其他类似的怯懦诡辩。对于这些人,待时机需要时再予驳斥;因为他们在最初原理上便与我们相悖。

§4.4.17

ψέγομεν δὲ καὶ ἡμεῖς τοὺς ἐπιπηδήσαντας τῷ θανάτῳ· εἰσὶ γάρ τινες οὐχ ἡμέτεροι, μόνου τοῦ ὀνόματος κοινωνοί, οἳ δὴ αὑτοὺς παραδιδόναι σπεύδουσι τῇ πρὸς τὸν δημιουργὸν ἀπεχθείᾳ, οἱ ἄθλιοι θανατῶντες. τούτους ἐξάγειν ἑαυτοὺς ἀμαρτύρως λέγομεν, κἂν δημοσίᾳ κολάζωνται. οὐ γὰρ τὸν χαρακτῆρα σῴζουσι τοῦ μαρτυρίου τοῦ πιστοῦ, τὸν ὄντως θεὸν μὴ γνωρίσαντες, θανάτῳ δὲ ἑαυτοὺς ἐπιδιδόασι κενῷ, καθάπερ καὶ οἱ τῶν Ἰνδῶν γυμνοσοφισταὶ ματαίῳ πυρί. ἐπεὶ δ’ οἱ ψευδώνυμοι οὗτοι τὸ σῶμα διαβάλλουσι, μαθέτωσαν ὅτι καὶ ἡ τοῦ σώματος εὐαρμοστία συμβάλλεται τῇ διανοίᾳ πρὸς τὴν εὐφυΐαν.

我们也谴责那些自寻死路、跃入死亡之人;因为有些人并不属于我们,仅徒具其名,这些可怜的求死者竟因对造物主的仇恨而急于自戕。我们断言,这等人乃是无见证地自我了断,哪怕他们在公众面前受刑。因为他们未曾认识真神,未曾保全忠信见证的品格,反倒将自己交付给虚妄的死亡,犹如印度的裸行哲学家自投无益的烈火。既然这些名不符实的人诋毁肉体,就让他们明白:肉体的适度调和亦有助于心智达到天资卓越。

§4.4.18

δἰ ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δἰ οὗ βιοῦν τέ ἐστι καὶ ὀρθῶς βιοῦν2 καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα· διὰ γὰρ τοῦ ζῆν καὶ τῆς ὑγείας ὁδεύοντες ἐκμανθάνομεν τὴν γνῶσιν. ᾧ δὲ οὐδὲ τὸ τυχὸν προσελθεῖν ἔστιν εἰς ὕψος ἄνευ τοῦ ἐν τοῖς ἀναγκαίοις εἶναι καὶ δἰ αὐτῶν πάντα ποιεῖν τὰ πρὸς τὴν γνῶσιν συντείνοντα, τὸ εὖ ζῆν τούτῳ πῶς οὐχ αἱρετέον;3 ἐν γοῦν τῷ ζῆν τὸ εὖ ζῆν κατορθοῦται, καὶ εἰς ἕξιν ἀιδιότητος παραπέμπεται ὁ διὰ σώματος μελετήσας εὐζωίαν.

因此,当他们贬抑生育造化而极力援引柏拉图作为见证时,柏拉图在《理想国》第三卷中却说:为了灵魂的调和,必须照料肉体;借着肉体,人们方能活着并正当地生活,宣扬真理的福音;因为借由活着与健康,我们前行并彻底领会真知。对于若不处于必需之物中、不借其行出一切通向真知之事便连丝毫也无法升至高处的人来说,他岂能不选择美好地活着呢?无论如何,在活着之中方能达成‘美好地活着’,而借由肉体操练善生之人,必被引领至永恒的境界。

语法注3 条
  1. 4.4.15ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται

    连词 ὅπως 与附着词 ποτέ 结合,构成表让步或普适含义的副词从句,意为“无论以何种方式脱离肉体”。它表明肉身离世的具体形态(无论是病殁还是受刑处死)并非决定因素,顺从真知的整个纯洁生命本身才是真正的见证。

  2. 4.4.18δἰ οὗ βιοῦν τέ ἐστι καὶ ὀρθῶς βιοῦν

    关系代名词 οὗ 的先行词是前文的 σώματος(肉体)。此处构成非人称结构(ἔστι 加上不定词 βιοῦν 与 ὀρθῶς βιοῦν,意为“使得生活以及正当地生活成为可能”)。针对贬抑肉体、视物质为恶的异端思想,此句确立了肉体作为宣讲真理、操练善生之必要工具的地位。

  3. 4.4.18ᾧ δὲ οὐδὲ τὸ τυχὸν προσελθεῖν ἔστιν εἰς ὕψος ἄνευ τοῦ ἐν τοῖς ἀναγκαίοις εἶναι καὶ δἰ αὐτῶν πάντα ποιεῖν τὰ πρὸς τὴν γνῶσιν συντείνοντα, τὸ εὖ ζῆν τούτῳ πῶς οὐχ αἱρετέον;

    该句骨架为由与格关系代名词 ᾧ 引出、并由 τούτῳ 呼应的反诘句:“πῶς οὐχ αἱρετέον τούτῳ τὸ εὖ ζῆν;”(对于他而言,美好地活着岂能不被选择?)。在 ᾧ 引导的从句内部,嵌套了非人称结构 προσελθεῖν ἔστιν(升至高处是可能的),并由介词短语 ἄνευ τοῦ εἶναι... καὶ ποιεῖν...(若不身处必需之物中并借其行事)作为限制条件。复杂的倒装与定冠词不定词结构阐明了肉体必需条件(τὰ ἀναγκαῖα)对于追求属灵真知的高峰具有不可或缺的工具价值。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.4.15-4.4.18