- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.4.13-4.4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
真正的诺斯替者既非出于恐惧亦非贪图赏赐,而是纯然出于对上帝的爱欣然接受殉道,以此见证信仰。因此,殉道被称为“完全”,即爱的完满作为而非仅仅肉体生命的终结,正如古人称赞战士在战场上无惧死亡的高贵牺牲一样。
Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἐλέγχων, "ἐξ οἵης τιμῆς καὶ οἵου μήκεος ὄλβου, "ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται. οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δἰ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ,1 ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει θεόν. θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἥν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ αἵματι τοὺς ἀπίστους δυσωπῶν.
因此,理所当然地,诺斯替者在蒙召时欣然顺从;对于索要他微小肉体的人,他甚至将受难情欲一并交出,事先脱去了肉体的这些羁绊;他并不侮辱那试炼他的人,反倒依我看来是在教导并规劝他,表明正如恩培多克勒所言:“是从何等的尊荣与无边的福祉中”,降临此世并在必死之人当中周旋。他真确地向自己见证了自己对上帝是真诚的信徒,向试炼者见证了对方徒然嫉妒那因爱而信的人,又向主见证了自己对教训那出于神圣的顺从——因着对死亡的恐惧他也绝不背离这一顺从;不仅如此,他以实际行动证实了所传之道的真实,显明了他所奔向的上帝是全能的。人们定会惊叹于他的爱,当他欣然与同类相连时,便清晰地教导了这爱,并且以宝贵的鲜血令不信者羞愧自省。
οὗτος οὖν οὐ φόβῳ τὸ ἀρνεῖσθαι Χριστὸν διὰ τὴν ἐντολὴν ἐκκλινεῖ, ἵνα δὴ φόβῳ μάρτυς γένηται· οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς,2 πρόφασιν εὔλογον λαβών, ἥν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν δἰ ὑπομονῆς, δἰ ἀγάπης δὲ κυρίῳ, δἰ ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι. εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχήν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, φίλε κασίγνητε ποιητικῶς ἀκούσας πρὸς τοῦ σωτῆρος ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα. αὐτίκα τελείωσιν τὸ μαρτύριον καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν ὡς οἱ λοιποί, ἀλλ’ ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο. καὶ οἱ παλαιοὶ δὲ τῶν παρ’ Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ’ ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος,3 καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι· ἀπαλλάττονται γὰρ θηλυκευόμενοι καὶ ἱμειρόμενοι τοῦ ζῆν.
因此,这个人绝不会出于恐惧、为了诫命而避开否认基督,以至于凭着恐惧成为见证人(殉道者);他也绝不因指望那预备好的赏赐而变卖信心,而是出于对主的爱,极欣悦地脱离此生;他或许甚至对那提供离开此世之契机的人、对那设计谋害他的人心怀感激,因为他获得了一个并非由他自己提供、却名正言顺的借口,来表明自己究竟是怎样的人:对前者是通过坚忍,对主则是通过爱——正是藉着这爱,他将自己显明给甚至在他出生之前就知晓这位殉道者之志向的主。于是,他鼓起勇气走向作为朋友的主——为了主,正如审判官们所意料的那样,他自愿献出了肉体,更献出了性命——因其生活的相似性,他听到我们的救主如诗意般称呼他为:“亲爱的兄弟”。由此,我们立刻将殉道称为“完全”,并非因为此人像其他人一样迎来了生命的终结,而是因为他展示了爱的完全作为。希腊人中的古人也赞美那些阵亡于战争之人的死亡,这并非劝人横死,而是因为在战争中死去的人毫无对死亡的畏惧而得解脱,脱离了肉体,且灵魂未曾事先疲惫,亦未像人们在患病时那样变得软弱;因为病死的人离世时柔靡不振,且贪生恋活。
- 4.4.13μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δἰ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ
动词 μαρτυρεῖ 统摄三个表示作证对象的与格(αὑτῷ、τῷ πειράζοντι、τῷ κυρίῳ),分别对应三个由 μὲν ... δὲ ... δ' αὖ 组织的宾格受词以表示作证内容:带冠词不定式短语 τὸ εἶναι...、不定式短语 μάτην ἐζηλωκέναι... 以及名词短语 τὴν ἔνθεον... πειθώ。其中 εἶναι 的表语 πιστῷ γνησίῳ 受与格 αὑτῷ 的吸引而呈现与格形式。
- 4.4.14χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς
分词 ἐγνωκώς 构成了惯用表达 χάριν εἰδέναι/γιγνώσκειν τινί(“对某人心存感激/知恩”)的结构。两个由 καὶ ... καὶ ... 连接的带冠词与格分词短语(“提供离世起因者”与“设谋谋害者”)作为其感激的对象。
- 4.4.14ἀποτμηθεὶς τοῦ σώματος
在被动分词 ἀποτμηθείς(“被切断/被分离”)后,τοῦ σώματος 作分离属格,表示灵魂从肉体及其束缚中脱离出来。
