- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.3.10-4.3.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论证了律法的诫命终归于爱并具属灵本质,阐明真正的死亡乃是灵魂处于罪中与肉体结合,而生命乃是与罪分离。他进一步指出,哲学家毕生操练灵魂脱离肉体,使人获得无惧面对自然死亡的灵知笃定。
καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι.1 ἀλλ’ οὐδὲ τοῦτο ἔγνωσαν οἱ κατήγοροι, ὡς ὁ ἀπόστολός φησιν ὅτι ὁ ἀγαπῶν τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, τῷ· ›ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.‹ ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου φησὶν ἐξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἱ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, οὐ μῖσος κατασκευάζουσιν.
因此,赫拉克利特恰当地说:“若无这些事,人们便不会晓得正义之名”;苏格拉底也说,法律本不会为了善人而制定。然而控告律法的人甚至连这一点都未曾明白,正如使徒所言:“爱邻人的就不加害于人;因为‘不可杀人,不可奸淫,不可偷盗’,以及其他任何诫命,都只总括在这一句话之内,即‘要爱邻如己’。”大概正是因此,经上说:“你要尽心爱主你的上帝,并要爱邻如己。”如果爱邻人的就不作恶,且所有的诫命都总括在爱邻人这一事上,那么施加恐惧的诫命便是在促成爱,而非仇恨。
οὔκουν2 πάθος ὁ φόβος οὗ γεννητικὸς ὁ νόμος. ὥστε ὁ νόμος ἅγιος καὶ τῷ ὄντι πνευματικός ἐστι κατὰ τὸν ἀπόστολον. δεῖ δή, ὡς ἔοικε, τήν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος καταλαβέσθαι3 καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, φησὶν ὁ ἀπόστολος, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε· τὸ γὰρ τέλος ἐκείνων θάνατος. νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
因此,律法所生的恐惧绝非一种情欲(非理性的受动状态)。所以按照使徒的说法,律法是圣洁的,并且确确实实是属灵的。看来,人们必须在探究肉体的本性与灵魂的本质之后,领会两者的终局,而不将死亡视为恶事;“因为当你们作罪的奴仆时,”使徒说,“你们对于义倒是自由的。那时你们有什么果子呢?不过是你们如今所看为羞耻的事;因为那些事的结局就是死亡。但如今,你们既然从罪里得了释放,作了上帝的奴仆,就有成圣的果子,结局就是永生。因为罪的工价乃是死,惟有上帝的恩赐,在我们的主基督耶稣里,乃是永生。”
Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς ἁμαρτίας. πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι δι’ ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον·4 "ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι." δούλους δὲ τοὺς ὑπὸ ἁμαρτίαν καὶ ταῖς ἁμαρτίαις πεπραμένους, τοὺς φιληδόνους καὶ φιλοσωμάτους οἶδεν ἡ γραφή, καὶ θηρία μᾶλλον ἢ ἀνθρώπους, τοὺς παρομοιωθέντας τοῖς κτήνεσι, θηλυμανεῖς ἵππους ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντας· ὄνος ὑβριστὴς ὁ ἀκόλαστος, λύκος ἄγριος ὁ πλεονεκτικὸς καὶ ὄφις ὁ ἀπατεών. ὁ τοίνυν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ’ ὅλον τὸν βίον μελετώμενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς τὸ σῶμα τῆς ψυχῆς δεσμῶν· ἐμοὶ γὰρ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ λέγει, βιῶ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.
因此,这几乎表明,死亡乃是灵魂处于罪恶状态时与肉体的相通,而生命则是与罪恶的分离。情欲的桩砦与深壕、暴怒与愤恨的渊薮,在脚下比比皆是;那不再借着镜子观看上帝之灵知的人,必须跳过这些,并避开一切阴谋的布置;“因为无论何时,当奴役之日俘获一个人,广视的宙斯便夺去他一半的美德。”此外,圣经知道那些顺从罪恶并被卖给罪恶的人、那些贪图享乐和恋慕肉体的人乃是奴仆,并视他们为兽类而非人类——他们已变得与畜牲无异,如狂恋雌性的公马,对着邻舍的〔妻子〕嘶鸣;放荡之人是狂悖的驴,贪得无厌之人是凶猛的狼,行诡诈之人则是毒蛇。因此,哲学家终其一生所操练的灵魂脱离肉体,造成了一种灵知的热忱,使他能够欣然承受自然的死亡,即灵魂与肉体连接纽带的解体;因为他说:“对我而言,世界已经钉在十字架上,我对世界也是如此;并且虽然尚在肉身之中,我已经活着如同在天国拥有国籍一般。”
- 4.3.10οὐκ ἂν γενέσθαι
间接引语中带有 ἄν 的不定式,相当于带有 ἄν 的直陈式过去时(反事实条件句)或潜势希求法,其主节动词需承前省略从赫拉克利特分句补入 φησίν(“苏格拉底也说,法律本不会为了善人而产生”)。
- 4.3.11οὔκουν
前音节重音的 οὔκουν 表示断然否定(“因此绝非……”),有别于引申推论的 οὐκοῦν(“难道不……吗/所以……”)。在此明确断言律法所生的恐惧绝不是一种病态的情欲(πάθος)。
- 4.3.11πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος καταλαβέσθαι
非人称动词 δεῖ 引导的宾格不定式结构。宾格分词 πολυπραγμονήσαντας 以阳性复数宾格形式充当不定式 καταλαβέσθαι 的未明言泛指逻辑主语(“人们/我们探究之后……应当领会”)。
- 4.3.12τὸν μηκέτι δἰ ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον
作为非人称句 ἃ ... ἀνάγκη 所支配的不定式 διαπηδᾶν 和 ἀποφεύγειν 的逻辑主语(宾格)。带冠词的将来时分词 τὸν ... κατοψόμενον 表达意图或将来的状态(“那将不再通过镜子、而是要直观上帝灵知的人”)。
