- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.3.8-4.3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评大众轻率的信与不信,论述了真正的自制与安息日的涵义、微逊于天使的灵知完人之智慧,以及兼具灵魂与肉体的人之固有功用。
οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. "Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ καὶ πίστις κακά." ὅ τε Ἐπίχαρμος μέμνασο ἀπιστεῖν φησίν· ἄρθρα ταῦτα τῶν φρενῶν. αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωήν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει. ὁ αὐτὸς λόγος ἐπί τε ἐγκρατείας καὶ ἀκρασίας. ἐγκρατεύεσθαι μὲν γὰρ ἀγαθοεργίας κακίας ἔργον, ἀπέχεσθαι δὲ ἀδικίας σωτηρίας ἀρχή. ᾗ μοι δοκεῖ τὸ σάββατον δἰ ἀποχῆς κακῶν ἐγκράτειαν αἰνίσσεσθαι καὶ τί ποτ’ ἐστὶν ᾧ διαφέρει θηρίων ἄνθρωπος. τούτου τε αὖ οἱ τοῦ θεοῦ ἄγγελοι σοφώτεροι· ἠλάττωσας αὐτόν, φησί, βραχύ τι παρ’ ἀγγέλους· οὐ γὰρ ἐπὶ τοῦ κυρίου ἐκδέχονται τὴν γραφήν (καίτοι κἀκεῖνος σάρκα ἔφερεν), ἐπὶ δὲ τοῦ τελείου καὶ γνωστικοῦ τῷ χρόνῳ καὶ τῷ ἐνδύματι ἐλαττουμένου παρὰ τοὺς ἀγγέλους. οὐκοῦν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω,1 ἐπεὶ μὴ διαφέρει ζωή· κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος.2
然而,大众的心态就像冬日风暴的肆虐,飘忽不定且全无理智。 “怀疑造就了许多善,而轻信造就了许多恶。” 厄庇卡摩斯也说: “切记要怀疑;这些乃是理智的关节。” 例如,不信真理带来死亡,正如信赖真理带来生命;反之,信赖虚妄而不信真理,则将人拖向毁灭。同样的道理也适用于自制与放纵。因为克制不行善乃是恶行的表现,而戒绝不义则是得救的开端。因此在我看来,安息日正是通过戒除恶行来隐喻自制,并隐喻人凭什么有别于禽兽。而上帝的天使又比这人更为智慧: 经上说:“你使他比天使微小一点”;因为他们并不把这段经文解释在主身上(尽管主也曾披戴肉身),而是解释在那位在时间与外袍上比天使微小的完全而有灵知的人身上。因此,我将智慧称作有别于学识的某种事物。因为生命并无不同。因为活着的生存对于必死的本性——即人——与那得享永生资格者乃是相通的,而其中一方在沉思与自制的品质上有所差异。
ᾗ μοι δοκεῖ καὶ Πυθαγόρας σοφὸν μὲν εἶναι τὸν θεὸν λέγειν μόνον (ἐπεὶ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει· εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ), ἑαυτὸν δὲ διὰ φιλίαν τὴν πρὸς τὸν θεὸν φιλόσοφον. διελέγετο γοῦν Μωυσεῖ, φησίν, ὁ θεὸς ὡς φίλος φίλῳ. τὸ μὲν οὖν ἀληθὲς τῷ θεῷ σαφές. αὐτίκα τὴν ἀλήθειαν γεννᾷ, ὁ γνωστικὸς δὲ ἀληθείας ἐρᾷ. ἴσθι, φησί, πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ μελίττης γενοῦ μαθητής, ὁ Σολομὼν λέγει· εἰ γὰρ ἑκάστου τῆς οἰκείας φύσεως ἔργον ἓν καὶ βοὸς ὁμοίως καὶ ἵππου καὶ κυνός, τί ἂν φήσαιμεν τοῦ ἀνθρώπου τὸ ἔργον τὸ οἰκεῖον; ἔοικεν δ’ οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος,3 ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν σῶμα γῆν τε ἐργάζεται καὶ σπεύδει εἰς γῆν, τέταται δὲ ἡ ψυχὴ πρὸς τὸν θεόν, ἥ γε διὰ φιλοσοφίας τῆς ἀληθοῦς παιδευομένη, πρός τε τοὺς ἄνω σπεύδει συγγενεῖς, ἀποστραφεῖσα τῶν τοῦ σώματος ἐπιθυμιῶν πρός τε ταύταις πόνου τε καὶ φόβου· καίτοι πρὸς ἀγαθοῦ καὶ τὴν ὑπομονὴν καὶ τὸν φόβον ἐδείξαμεν. εἰ γὰρ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς οἱ κατατρέχοντες τοῦ νόμου φασί, καὶ ›ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ,‹ ἀλλὰ ›χωρὶς νόμου ἁμαρτία νεκρὰ‹ ἀντᾴδομεν αὐτοῖς.4 ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι μᾶλλον τὴν κόλασιν, ὅταν ἀπῇ τὸ πεφυκὸς ἐπιθυμεῖν· δικαίῳ γὰρ οὐ κεῖται νόμος, ἡ γραφή φησιν.
因此在我看来,毕达哥拉斯亦称唯有上帝是智慧的(正如使徒在《致罗马人书》中所写:“为使万民顺从真道而已显明出来,借着耶稣基督归于独一全智的上帝”),却因对上帝的敬爱而自称哲学家(爱智者)。 经上说,上帝确实“同摩西谈话,如朋友同朋友谈话一般”。 因此,真理对于上帝是昭然明了的。因为上帝生出真理,而灵知者则倾心爱慕真理。 所罗门说:“懒惰人哪,你去察看蚂蚁,并成为蜜蜂的门徒。”因为如果牛、马、狗各自天然本性中都具有一种固有的功用,那么我们该说人的固有功用是什么呢?依我看,人犹如特萨利亚虚构的生物半人马,由理性与非理性、灵魂与肉体复合而成;但肉体耕作大地并归于大地,灵魂则向上伸展归向上帝;受真哲学教化的灵魂,背弃肉体的欲望,此外还背弃劳苦与恐惧,奔向高处的同属者;尽管我们已经表明,坚忍与恐惧皆有益处。 因为如果像诋毁律法之人所说,“律法本是叫人知罪”,我们便以经文反唇相讥:“没有律法之先,罪已经在世上”,但“没有律法,罪是死的”。因为当你除去了恐惧的原因即罪恶,你便除去了恐惧,而当生来易于欲望之物缺席时,就更是除去了刑罚;因为圣书说:“律法不是为义人设立的”。
- 4.3.8οὐκοῦν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω
οὐκοῦν 为推论小品词(“因此”),λέγω 支配双宾语构成陈述句,以 σοφίαν 为直接宾语,ἄλλο τι ... παρὰ τὴν ἐπιστήμην(“有别于学识的某种事物”)为宾语补足语。在此它阐明智慧(σοφία)与学识(ἐπιστήμη)之间的区分,理由见于紧随其后的因果从句 ἐπεὶ μὴ διαφέρει ζωή(“因为生命并无不同”)。
- 4.3.8ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος
θατέρου διαφέροντος 为属格独立结构(θάτερος 即 ἕτερος,“两者中的一方存在差异”)。ἕξιν 是作关系宾格(限制宾格)修饰 διαφέροντος,表示“在沉思与自制的品质(修养状态)方面”。以此说明必死的人类与不朽的天使虽然同具有生命,却在这一内在品质上存在高下之别。
- 4.3.9ἔοικεν δ’ οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος
ἔοικεν 的主语是从前文属格 τοῦ ἀνθρώπου 中承前省略的“人”(ἄνθρωπος)。阳性主格分词 συγκείμενος(“由……构成”)与这一隐含主语保持一致,而与格 κενταύρῳ 及同位语 Θετταλικῷ πλάσματι 则作 ἔοικεν 的补足语。
- 4.3.9ἀντᾴδομεν αὐτοῖς
ἀντᾴδομεν(“我们反唇相讥/对唱”)支配与格代词 αὐτοῖς,指代前文的“攻击律法之人”(οἱ κατατρέχοντες τοῦ νόμου),而引用的经文短语(“没有律法之先罪已在世上”与“没有律法罪是死的”)则整体充当该动词的直接宾语。
