- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.2.4-4.2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明了《杂记》这一书名的由来与撰作意图,论述其特意采取的多样而隐晦的编排,旨在激励探求者亲自劳作,在芜杂之物中甄选出纯正的真理麦粒。
Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ’ ἄλλου εἰς ἄλλο συνεχὲς μετιόντα, καὶ ἕτερον μέν τι1 κατὰ τὸν εἱρμὸν τῶν λόγων μηνύοντα, ἐνδεικνύμενα δὲ ἄλλο τι. χρυσὸν γὰρ οἱ διζήμενοι, φησὶν Ἡράκλειτος, γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον, οἱ δὲ τοῦ χρυσοῦ ὄντως γένους τὸ συγγενὲς μεταλλεύοντες2 εὑρήσουσι τὸ πολὺ ἐν ὀλίγῳ· εὑρήσει γὰρ τὸν συνήσοντα ἕνα ἡ γραφή. συλλαμβάνουσι μὲν οὖν πρός τε ἀνάμνησιν πρός τε ἔμφασιν ἀληθείας τῷ οἵῳ τε ζητεῖν μετὰ λόγου οἱ τῶν ὑπομνημάτων Στρωματεῖς. δεῖ δὲ καὶ ἡμᾶς τούτοις προσεκπονεῖν καὶ προσεφευρίσκειν ἕτερα, ἐπεὶ καὶ τοῖς ὁδὸν ἀπιοῦσιν ἣν οὐκ ἴσασιν ἀρκεῖ τὴν φέρουσαν ὑποσημῆναι μόνον, βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινὶ χρωμένῳ ποτὲ τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο ἀνειπεῖν τὴν Πυθίαν, εὑρήσεις ἐὰν ζητήσῃς. χαλεπὸν οὖν τῷ ὄντι ὡς ἔοικεν λανθάνον καλὸν ἐξευρεῖν, ἐπεὶ τῆς ἀρετῆς ἱδρὼς πρόκειται, "μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηται, ῥηιδίη δἢπειτα πέλει, χαλεπή περ ἐοῦσα." στενὴ γὰρ τῷ ὄντι καὶ τεθλιμμένη ἡ ὁδὸς κυρίου, καὶ βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ ὅθεν ζήτει φησὶ καὶ εὑρήσεις, τῆς βασιλικῆς ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων.
正如我们屡次所说,因着那些轻率而无经验的偶涉者,愿我们的备忘录按照其名称本身所宣示的那样,被编织得丰富多样,从一处接连不断地转向另一处,在言论的脉络中表明一事,却另有所指。 赫拉克利特说:“寻找金子的人,掘起很多土,却找到很少。”然而,真正属于黄金族类的人,采掘其同类之物,必在微小之中寻得良多;因为著述必寻得一位心领神会者。因此,作为备忘录的《杂记》对能够循理探求之人而言,对于真理的回忆与昭示皆大有助益。然而我们也必须在这些上面继续用功,并在此之外进一步发现别的事物,因为对于行走在未知之路上的人而言,仅仅指明通向那里的道路便已足够,此后则须亲自迈步,为自己探明其余的道路;正如人们所说,从前有个奴隶求问神谕怎样做才能取悦主人,皮提亚回答说:“只要你寻找,就会找到。”看来,发掘隐藏的美善之物确实不易,因为汗水预先置于美德之前: “通往它的道路既漫长又陡峭,起初崎岖难行;但一旦登上巅峰,虽曾艰难,此后亦变得平易。” 事实上,“主的道路狭窄而逼仄,天国是强暴者所得的”;因此它说:“寻找,就寻见”,只要真正坚持行在王道之上而不偏离奔逸。
εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρματι τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ, φησὶν ἡ γραφή. ᾗ καὶ τὴν ἐπιγραφὴν κυρίαν ἔχουσιν οἱ τῶν ὑπομνημάτων Στρωματεῖς ἀτεχνῶς κατὰ τὴν παλαιὰν ἐκείνην ἀπηνθισμένοι προσφοράν, περὶ ἧς ὁ Σοφοκλῆς γράφει· "ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δ’ ἀπ’ ἀμπέλων σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη, ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τ’ ἐλαίου καὶ τὸ ποικιλώτατον ξανθῆς μελίσσης κηρόπλαστον ὄργανον. "
因此理所当然,正如圣书所说“宛如田野的全生百草”,在这部著作所涵括的教义的微小种子里蕴藏着繁多的丰饶。正因如此,作为备忘录的《杂记》名副其实,完全是仿照古时的那种奉献礼选萃而成,对此索福克勒斯写道: “那里有羊毛,有来自葡萄树的奠酒和储藏完好的葡萄果粒,里面杂糅着混有大麦粒的百果,橄榄油的脂膏,以及黄色蜜蜂所造极尽斑斓的蜡制器皿。”
αὐτίκα οἱ Στρωματεῖς ἡμῶν, κατὰ τὸν γεωργὸν Τιμοκλέους τοῦ κωμικοῦ "σῦκα, ἔλαιον, ἰσχάδας, μέλι "προσοδεύουσι, καθάπερ ἐκ παμφόρου χωρίου. δι’ ἣν εὐκαρπίαν ἐπιφέρει· "σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις, "ἐπιφωνεῖν γὰρ εἰώθεσαν Ἀθηναῖοι· "εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι." χρὴ τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις διασείοντας καὶ ἀναρριπτοῦντας τὴν πολυμιγίαν τῶν σπερμάτων τὸν πυρὸν ἐκλέγειν.3
例如,按喜剧诗人提摩克勒斯剧中的农夫所言,我们的《杂记》如同从产物丰茂之地一般产出: “无花果、橄榄油、无花果干、蜂蜜。”因其丰盛丰收,他附带说道: “你说的是岁赐枝,不是耕作”,因为雅典人习惯齐声唱道: “岁赐枝带来无花果与肥硕的面包,杯中蜂蜜,以及涂抹的橄榄油。” 因此,必须多次像在簸箕中那样抖动并簸扬混合各异的种子,从而挑选出麦粒。
- 4.2.4ἕτερον μέν τι κατὰ τὸν εἱρμὸν τῶν λόγων μηνύοντα, ἐνδεικνύμενα δὲ ἄλλο τι
中性复数分词 μηνύοντα 和 ἐνδεικνύμενα 在性数上与主语 τὰ ὑπομνήματα 一致(主格)。借助 μέν...δέ 的对置结构,清晰展现了在表层言述脉络(εἱρμός)中传达的内容与深层隐晦暗示(ἐνδείκνυμι)的内容之间的双重意涵。
- 4.2.4οἱ δὲ τοῦ χρυσοῦ ὄντως γένους τὸ συγγενὲς μεταλλεύοντες
τοῦ χρυσοῦ ὄντως γένους 为表示属性或归属的属格,修饰带冠词的名词化主语 οἱ。中性形容词短语 τὸ συγγενές 作为分词 μεταλλεύοντες 的直接宾语,意指“与自身黄金本性相亲近、同源之物”。
- 4.2.7χρὴ τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις διασείοντας καὶ ἀναρριπτοῦντας τὴν πολυμιγίαν τῶν σπερμάτων τὸν πυρὸν ἐκλέγειν
分词 διασείοντας 与 ἀναρριπτοῦντας 为阳性复数宾格,与依附于无人称动词 χρή 的不定式 ἐκλέγειν 的隐含逻辑主语(表示泛指读者的宾格,如 ἡμᾶς)一致。整个句式构建在用簸箕筛动颠扬杂粮以选出纯麦的农业比喻骨架之上。
