- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.26.166-4.26.169
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特引述保罗与异教诗人的文句,阐明诺斯替者如同旅人使用客栈一般无所迷恋地使用外在善与肉体,并将圣经中“天”与“地”的对立解释为分别指代诺斯替者与无知的罪人。
Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ’ ὁδὸν οἰκήσεσιν,1 ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατ’ οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ δὲ ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ. οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους, ὡς ὁ ἀπόστολός φησιν. εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν θεόν. ἐν συγκρίσει δὲ τὸ μᾶλλον, ἡ δὲ σύγκρισις ἐπὶ τῶν καθ’ ὁμοίωσιν ὑποπιπτόντων, ὡς ὁ ἀνδρειότερος ἀνδρείων ἀνδρειότερος, δειλῶν δὲ ἀνδρειότατος.
至于漫步学派主张为“三种善”的一切事物,他使用它们,而且也使用肉体,正如远行之人使用客栈与沿途居所一般——他固然照管并修整自己投宿的处所,却毫无迷恋地撇下那居所和财产,一如撇下对它们的使用,甘心跟随那引他脱离生命者,绝不在任何借口下回头回顾,既为暂居而感恩,又为离去而颂赞,欣然迎受在天上的居所。 “因为我们知道,我们这地上的帐棚若拆毁了,必得上帝所造,不是人手所造,在天上永存的房屋。我们在这帐棚里叹息,深想得那从天上来的房屋,好像穿上衣服;倘若穿上,就不至于赤身了。因为我们行事为人是凭着信心,不是凭着眼见”,正如使徒所说。 “我们倒更愿意离开身体与上帝同住”。 而“更”用于比较之中,比较乃施于同类事物之上,正如勇敢者在勇敢者中“更为勇敢”,在懦夫中则是“最勇敢”。
ὅθεν ἐπήγαγεν· διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια. ἄγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα· "εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ’ οὐρανόν·" καὶ τὸν μελοποιὸν ᾄδοντα· "ψυχαὶ δ’ ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν, εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι, μολπαῖς μάκαρα μέγαν ἀείδους̓ ἐν ὕμνοις·" οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ’ ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται.2
由此使徒接续道: “所以,我们立定志向,无论离开还是同住,都要得祂的喜悦”,这显然是指那唯一的上帝,万有——无论是世界还是超世之物——皆是祂的作为与造物。我赞赏埃庇卡摩斯明晰的表述: “若在心灵中生为虔敬者,死后便不会遭受任何灾祸;灵必常存于上天之中”;我也赞赏抒情诗人歌唱道: “不敬者的灵魂在诸天之下,在灾祸无可逃脱的重轭下,带着流血的苦痛徘徊于大地;虔敬者的灵魂则居于天界,在颂歌中以曲调歌唱伟大的至福者”。 因此,灵魂绝非从天上被贬降到此处的卑劣事物中,因为上帝所作的一切皆是朝向更优者;相反,乃是拣选了至善生活的灵魂,因着上帝的公义而以大地换取诸天。
Εἰκότως οὖν γνώσεως ἐπήβολος ὁ Ἰὼβ γενόμενος νῦν οἶδα εἶπεν ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. τίς γὰρ ἀπαγγέλλει μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; ἐγὼ δὲ ἐφαύλισα ἐμαυτὸν ἡγησάμενος ἐμαυτὸν εἶναι γῆν καὶ σποδόν. ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ’ ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός. ὅτι δὲ τοὺς ἀνοήτους καὶ ἀπειθεῖς γῆν καλεῖ ἡ γραφή, σαφὲς ποιήσει Ἱερεμίας ὁ προφήτης κατὰ Ἰωακεὶμ καὶ τῶν ἀδελφῶν αὐτοῦ λέγων· γῆ γῆ, ἄκουε λόγον κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.
因此,约伯获得了知识,便理所当然地说道: “如今我知道,你凡事都能做,在你是没有不可行的。谁能向我宣告我所不知道的事,那浩大奇妙、我所不能明白的事呢?我贬抑自己,自以为不过是尘土与灰烬”。 因为处于无知之中的人既是多罪的,又是尘土与灰烬;而确立于知识之中的人,尽其所能肖似上帝,便已是属灵的,并因此成为蒙拣选的。至于圣经将愚钝与悖逆之人称为“地”,先知耶利米在针对约雅敬及其弟兄时所说的话便足以阐明: “地啊,地啊,当听耶和华的话!要写明这人算为被逐之人”。
ἄλλος δ’ αὖ προφήτης φησίν· ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι·3 ἔμπαλιν γὰρ αὖ τὸν ἑλόμενον τὴν ἀμαθίαν καὶ τὴν σκληροκαρδίαν γῆν εἴρηκεν καὶ τὸ ἐνωτίζου ἀπὸ τῶν ὀργάνων τῆς ἀκοῆς τῶν ὤτων προσηγόρευσεν, τὰ σαρκικὰ τοῖς προσανέχουσι τοῖς αἰσθητοῖς ἀπονείμας. οὗτοί εἰσι περὶ ὧν Μιχαίας ὁ προφήτης λέγει· ἀκούσατε λαοὶ λόγον κυρίου οἱ συνοικοῦντες ὀδύναις. καὶ ὁ Ἀβραὰμ μηδαμῶς, εἶπεν, κύριε, ὁ κρίνων τὴν γῆν, ἐπεὶ ὁ ἀπιστήσας κατὰ τὴν σωτήριον φωνὴν ἤδη κέκριται.
另一位先知又说: “天哪,要听!地啊,侧耳而听!” 他将领悟称为“听”,并将仰望天界与神圣事物、从而成为以色列人的诺斯替者的灵魂称为“天”;因为反之,他把拣选了愚昧与刚硬之心的人称为“地”,并从听觉器官“耳朵”引出“侧耳而听”一语,将属肉体的事物归于那些攀附可感事物的人。这些人正是先知弥迦所指之人: “万民哪,要听耶和华的话,你们这些与痛苦同住之人!” 亚伯拉罕亦曾说: “审判地的主啊,绝不可如此!” 因为正如救主的声音所说:“不信的人,罪已经定了”。
- 4.26.166Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ’ ὁδὸν οἰκήσεσιν
开头的关系从句 Ὅσα... θέλουσι 由主句动词 χρῆται 的与格宾语 αὐτοῖς 进行复指照应。在随后的比喻短语 ὥς τις... 中,与格词 πανδοχείοις καὶ ταῖς παρ’ ὁδὸν οἰκήσεσιν 由省去的动词 χρῆται(或分词 χρώμενος)所支配。
- 4.26.167ἐκ θεοῦ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται
表示交换的动词 ἀνταλλάσσομαι 支配表示“所换得之物”的宾格和表示“所付出之代价”的属格。此处 οὐρανόν(宾格)为获得之物,属格 γῆς 则是表示交换代价的属格(genitive of exchange)。
- 4.26.169καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι
完成体不定词 γεγονέναι 处于由前文先知引文/解释(φησίν / εἰπών)所统辖的间接引语结构中。其逻辑主语由前文的 τὴν τοῦ γνωστικοῦ ψυχήν 引申而来,与作表语的宾格 Ἰσραηλίτην 一致,意为“(诺斯替者的灵魂)由此成为了以色列人”。
