- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.26.163-4.26.165
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特驳斥了贬损肉体与受造界的观点,阐明了圣经中“肉体”即罪恶生活的真正含义,指出灵魂与肉体乃是不同且中性的成分之结合而非善恶对立,并由此否定了巴西里得关于选民本性超世的见解。
Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα,1 οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην καὶ τὴν τῶν αἰσθήσεων ὀργανοποιίαν πρὸς γνῶσιν συντείνουσαν τά τε μέλη καὶ μέρη πρὸς τὸ καλόν, οὐ πρὸς ἡδονὴν εὔθετα. ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ σωτῆρος καταρτισμῷ τελειούμενον. καὶ δὴ ἡ ἀντακολουθία τῶν τριῶν ἀρετῶν περὶ τὸν ἄνθρωπον εὑρίσκεται τὸν γνωστικὸν ἠθικῶς τε καὶ φυσικῶς καὶ λογικῶς περὶ τὸ θεῖον πραγματευόμενον.2 σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ. εἰ δέ τις διαβάλλεσθαι τὴν σάρκα καὶ δἰ αὐτῆς τὴν γένεσιν φάσκοι παραθεὶς Ἡσαΐαν λέγοντα πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν· τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα, ἀκουσάτω ἑρμηνεύοντος τὸ ζητούμενον διὰ Ἱερεμίου τοῦ πνεύματος· καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα πετώμενα ὑπὸ ἀνέμου εἰς ἔρημον.
因此,那些贬抑受造物并诋毁肉体的人是不合情理的,他们未能洞察人的构造之所以直立乃是为了仰望上天,感官的结构旨在追求知识,肢体与器官适于行善美之事而非追求享乐。由此,这居所变得能够接纳在上帝眼中最为珍贵的灵魂,并在救主的整饬成全下,按照灵魂与肉体的成圣而被算为配得圣灵。诚然,在以伦理、自然与逻辑方式专注于神圣之事的诺斯替者身上,可见三种德行的相互伴随。因为智慧乃是对神事与人事之知识,义乃是灵魂各部分的和谐,虔敬乃是对上帝的侍奉。但若有人引证以赛亚的话说:“凡肉体尽都如草,人的一切荣耀都如草上的花;草必枯干,花必凋残;唯有主的道永远长存”,以此声称肉体及由其而来的生成受贬抑,那么就让他听听圣灵借着耶利米对所研讨之事的阐释:“并且我将他们驱散,如同枯枝被风吹飞到旷野。
οὗτος ὁ κλῆρος καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς, λέγει κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι, κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου, μοιχεία σου καὶ χρεμετισμός σου καὶ τὰ ἑξῆς. τοῦτο γὰρ τὸ ἄνθος τοῦ χόρτου, καὶ τὸ κατὰ σάρκα περιπατεῖν καὶ σαρκικοὺς εἶναι κατὰ τὸν ἀπόστολον, ἐν ἁμαρτίαις ὄντας. κρεῖττον μὲν τοῦ ἀνθρώπου ὡμολόγηται ἡ ψυχή, ἧττον δὲ τὸ σῶμα, ἀλλ’ οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ σῶμα οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν. εἰσὶ γὰρ οὖν καὶ μεσότητές τινες καὶ προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς μέσοις.3 ἐχρῆν δὴ οὖν τὴν σύνθεσιν τοῦ ἀνθρώπου ἐν αἰσθητοῖς γενομένην ἐκ διαφόρων συνεστάναι, ἀλλ’ οὐκ ἐξ ἐναντίων, σώματός τε καὶ ψυχῆς.
这就是你们悖逆所得的签分与份额,主说;因为你忘记了我,倚靠虚假,我也必揭起你的裙子蒙在你脸上,显出你的丑陋,你的通奸、你的嘶鸣”,及下文所言。因为这才是所谓的“草上的花”,以及依使徒所说的“顺从肉体行事”和“属乎肉体”,即处于罪恶之中。诚然公认灵魂是人之中较优越的部分,肉体则是较卑下的部分,但灵魂并非天性为善,肉体亦非天性为恶;不善之物也绝非立刻就是恶的。因为本就有中性之物存在,在中性之物中亦有当取与当弃之别。因此,生于可感世界中的人的复合构造,理应由不同的成分构成,而非由对立的成分构成,即由肉体与灵魂构成。
ἀεὶ τοίνυν αἱ ἀγαθαὶ πράξεις ὡς ἀμείνους τῷ κρείττονι τῷ πνευματικῷ προσάπτονται, αἱ δὲ φιλήδονοι καὶ ἁμαρτητικαὶ τῷ ἥττονι τῷ ἁμαρτητικῷ περιτίθενται. αὐτίκα ἡ τοῦ σοφοῦ τε καὶ γνωστικοῦ ψυχή, οἷον ἐπιξενουμένη τῷ σώματι, σεμνῶς αὐτῷ καὶ τιμητικῶς προσφέρεται, οὐ προσπαθῶς, ὅσον οὐδέπω, ἐὰν ὁ καιρὸς τῆς ἀποδημίας καλῇ, ἀπολείπουσα τὸ σκῆνος. πάροικος, φησίν, ἐν τῇ γῇ καὶ παρεπίδημος ἐγώ εἰμι μεθ’ ὑμῶν. καὶ ἐντεῦθεν ξένην τὴν ἐκλογὴν τοῦ κόσμου ὁ Βασιλείδης εἴληφε λέγειν, ὡς ἂν ὑπερκόσμιον φύσει οὖσαν.4 τὸ δ’ οὐχ οὕτως ἔχει. ἑνὸς γὰρ τὰ πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ’ ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα.
所以,善行作为较优越者,始终系于那更优秀的属灵部分;而嗜乐与犯罪的行为,则归于那较卑下、易犯罪的部分。于是,智者与诺斯替者的灵魂宛如寄居于肉体之中,端庄且尊敬地对待肉体,而不带有私欲迷恋,若离别的时刻召唤,便随时准备离弃这帐幕。正如经上所言:“我在世上是寄居的,与你们同为过客。”由此,巴西里得便借题发挥,宣称选民对这世界是异邦的,仿佛本性上是超世间的。但事实并非如此。因为万有皆属于唯一的上帝,既然实体唯一且上帝唯一,便无人本性上与世界隔绝;相反,乃是选民行事为人如同寄居者,通晓一切事物何者当取、何者当弃。
- 4.26.163Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα
此处为主句限定动词(相当于 ποιοῦσιν 或 λέγουσιν)被省略的省略句。推论否定小词 οὔκουν 置于句首,意为“因此……并非合理”,指责难造化与贬抑肉体的人并不合情理。
- 4.26.163εὑρίσκεται τὸν γνωστικὸν ἠθικῶς τε καὶ φυσικῶς καὶ λογικῶς περὶ τὸ θεῖον πραγματευόμενον
被动语态动词 εὑρίσκεται 的主语是 ἡ ἀντακολουθία;通过跨越动词的超置(hyperbaton),τὸν γνωστικὸν ... πραγματευόμενον 承接介词短语 περὶ τὸν ἄνθρωπον 并修饰宾格名词 τὸν ἄνθρωπον,分词短语描绘诺斯替者从伦理、自然与逻辑三方面研求神圣之事的样态。
- 4.26.164προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς μέσοις
此处借用了斯多亚派伦理学术语 προηγμένα(首选物/当取之物)与 ἀποπροηγμένα(次弃物/当弃之物),两者皆为中性复数完成时被动分词的名词化用法,用于说明在道德中性之物(τὰ μέσα)内部的区分。
- 4.26.165ὡς ἂν ὑπερκόσμιον φύσει οὖσαν
连词 ὡς ἄν 与分词 οὖσαν 连用,表达引述他人(此处指巴西里得)的主观设想或声称的理由(“仿佛本性上是超世间的一般”)。阴性宾格分词 οὖσαν 与前述的 τὴν ἐκλογήν 在性、数、格上保持一致。
