- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.25.159-4.25.162
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了作为灵肉纯洁的完全洁净与赎罪,对约伯、利百加和麦基洗德进行了寓意阐释,随后宣告从自然哲学转向伦理学,并引用悲剧诗句阐明神圣秘仪与道之训导。
τέλειος δ’, οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστις· ἱλασμὸς δὲ ἡ δἰ ὑπακοῆς πάσης ἁγνεία σὺν καὶ τῇ ἀποθέσει τῶν κοσμικῶν εἰς τὴν ἐκ τῆς ἀπολύσεως τῆς ψυχῆς εὐχάριστον τοῦ σκήνους ἀπόδοσιν. εἴτ’ οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἑπτὰ περιόδων τῶν ἀριθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἑπτὰ οὐρανοί, οὕς τινες ἀριθμοῦσι κατ’ ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν.1 ἐπὶ γοῦν ταῖς ἑπτὰ ἡμέραις τὰ ἱερεῖα ὑπὲρ ἁμαρτιῶν θύεται, ἔτι γὰρ τροπῆς εὐλάβεια καὶ τῆς ἑβδόμης ἅπτεται περιφορᾶς.
依我之见,完全的洁净乃是借由律法与先知通向福音的信仰;赎罪则是借着一切顺服而得的纯洁,并连同脱去属世之物,以便从灵魂的解脱中感恩地归还身体的帐幕。因此,无论是通过七个被数算的周期将人恢复到至高安息的时间,或是某些人按上升次序数算的七重天,抑或是临近理知世界的恒星界被称为第八层(奥格多阿德),律法终究是在说明,诺斯替者必须脱离生成与罪恶。无论如何,在这七日之后,便为罪献上祭牲,因为对于变化的防范依然触及第七次回转。
Ἰὼβ δὲ ὁ δίκαιος αὐτὸς φησὶ γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ, οὐ κτημάτων γυμνός (τοῦτο μὲν γὰρ μικρόν τε καὶ κοινόν), ἀλλ’ ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ ἁμαρτίας καὶ τοῦ ἑπομένου τοῖς ἀδίκως βιώσασιν ἀειδοῦς εἰδώλου· τοῦτο γὰρ ἦν τὸ εἰρημένον ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ παιδία, καθαροὶ μὲν τὴν σάρκα, ἅγιοι δὲ τὴν ψυχὴν κατὰ ἀποχὴν κακῶν ἔργων, δεικνύντος τοῦ θεοῦ ὅτι τοιούτους ἡμᾶς εἶναι βούλεται, οἵους καὶ γεγέννηκεν ἐκ μήτρας ὕδατος· γένεσις γὰρ γένεσιν διαδεχομένη κατὰ προκοπὴν ἀπαθανατίζειν βούλεται, τῶν δὲ ἀσεβῶν ὁ λύχνος σβεσθήσεται.
而义人约伯自身亦说道:“我赤身出于母胎,也必赤身归回那里”;并非缺乏财产意义上的赤身(因为那是微不足道且寻常的事),而是作为义人,他脱去了邪恶与罪,并脱去了跟随那些行不义生活之人的无形幽影而离去。因为这就是那句话所说的:“你们若不回转,变成像小孩子一样”,在肉体上纯洁,借由戒除恶行在灵魂上圣洁,上帝以此表明他愿我们成为正如他从水之母胎中所生的那般模样;因为代代相续的生成依循进境旨在令人不死,“恶人的灯却必熄灭”。
ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως· ἡ δὲ παρθένος ἦν καλή, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ῥεβέκκα δὲ ἑρμηνεύεται θεοῦ δόξα, θεοῦ δὲ δόξα ἀφθαρσία. αὕτη ἡ τῷ ὄντι δικαιοσύνη, μὴ πλεονεκτεῖν ἐν θατέρῳ,2 ὅλον δὲ εἶναι ἡγιασμένον νεὼν τοῦ κυρίου. δικαιοσύνη οὖν ἐστιν εἰρήνη βίου καὶ εὐστάθεια, ἐφ’ ἣν ὁ κύριος ἀπέλυε λέγων· ἄπελθε εἰς εἰρήνην· Σαλὴμ γὰρ ἑρμηνεύεται εἰρήνη, ἧς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὅν φησι Μωυσῆς, Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας. καὶ δὴ ἑρμηνεύεται ὁ Μελχισεδὲκ βασιλεὺς δίκαιος, συνωνυμία δέ ἐστι δικαιοσύνης καὶ εἰρήνης.
再者,诺斯替者所追求的在身体与灵魂两方面的纯洁,至智的摩西极佳地运用重复指明了出来,在利百加身上如此勾勒了身体与灵魂的不朽性:“那女子俊美,是处女,未曾有人认识她。” 利百加被解释为“上帝的荣耀”,而上帝的荣耀是不朽。这乃是真正的义:不在两者之一上有所偏贪,而是全然成为主圣洁的殿堂。因此,义乃是生命的平安与安定,主以此打发人说:“平平安安地去罢”;因为撒冷被解释为“平安”,我们的救主被记载为这城的王,摩西称他为:“撒冷王麦基洗德,至高上帝的祭司”,他将酒与饼——这圣洁的食物——作为圣餐的预表赐予人。诚然,麦基洗德被解释为“仁义之王”,义与平安乃是同义互通的。
Βασιλείδης δὲ ὑποστατὰς Δικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας. Μετιτέον δὴ ἀπὸ τῶν φυσικωτέρων ἐπὶ τὰ προφανέστερα τὰ ἠθικά· ὁ γὰρ περὶ ἐκείνων λόγος μετὰ τὴν ἐν χερσὶ πραγματείαν ἕψεται. αὐτὸς οὖν ἡμᾶς ὁ σωτὴρ ἀτεχνῶς κατὰ τὴν τραγῳδίαν μυσταγωγεῖ, "ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια.3 " κἂν πύθῃ· "τὰ δὲ ὄργια ἐστὶ τίν’ ἰδέαν ἔχοντά σοι;" ἀκούσῃ πάλιν· "ἄρρητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν, "κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω· "οὐ θέμις ἀκοῦσαί σε, ἔστι δ’ ἄξἰ εἰδέναι· ἀσέβειαν ἀσκοῦντα ὄργἰ ἐχθαίρει θεοῦ·" ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός. ᾗ μὲν οὖν ἐστιν οὐσία, ἀρχὴ τοῦ φυσικοῦ τόπου· καθ’ ὅσον ἐστὶν τἀγαθόν, τοῦ ἠθικοῦ· ᾗ δ’ αὖ ἐστι νοῦς, τοῦ λογικοῦ καὶ κριτικοῦ τόπου· ὅθεν καὶ διδάσκαλος μόνος ὁ λόγος. υἱὸς τοῦ νοῦ πατρός, ὁ παιδεύων τὸν ἄνθρωπον.
然而巴西里得将“义”及其女儿“平安”设想为独立本体,认为她们被安排存留在第八天之中。 如今我们必须从较为偏向自然哲学的论题转向更为明显的伦理议题;因为关于那些课题的论述将在目前的这篇论著之后展开。因此救主自身完全是依照悲剧的语句来引导我们进入密契: “看见看见者,他亦传授秘仪。” 若你询问: “对你而言,这秘仪具有怎样的形式?” 你将再次听到: “对于未经狂欢入教的凡人,这是不可言传的知识。” 若有人探究这究竟是何物,让他再次听闻: “你听闻是不合律法的,但它们值得知晓;上帝的秘仪憎恶实行不虔敬之人。” 上帝没有始基,是万有完备的始基,是始基的创制者。因此,就他是实体而言,他是自然哲学领域的始基;就他是至善而言,他是伦理学领域的始基;就他是理智而言,他是逻辑与评判领域的始基。由此,唯独作为身为理智的父之子的道,才是训导人类的导师。
- 4.25.159εἴτ’ οὖν ὁ χρόνος εἴη ... πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν
该句由三重让步假定结构(εἴτε ... εἴτε ... εἴτε...)后接主句 πλὴν ... χρῆναι λέγει 构成。动词 λέγει 的未明示主语承接上文,指“律法”(或“主”),支配不定词 χρῆναι(χρή 的不定式),而 χρῆναι 的主语是不定式 ἐξαναδῦναι,其逻辑主语则为宾格 τὸν γνωστικόν。无论对“第八”(时间、七重行星天或恒星天界)采取何种宇宙论解释,句意皆归结为主句中诺斯替者必须脱离生成与罪恶的命题。
- 4.25.161μὴ πλεονεκτεῖν ἐν θατέρῳ
θατέρῳ 是 τῷ ἑτέρῳ 的缩合(crasis)与格,指前文所述“身体与灵魂”这两者中的任何一方。动词 πλεονεκτεῖν 意为“贪求过多、偏占利益”,此处指不可在身与魂的某一方面偏废或偏求,唯有保持身心两者的整全圣洁,方为真正的“义”。
- 4.25.162ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια
引自欧里庇得斯《酒神的女祭司们》第470行并有所变通。戏剧原文为 ὁρῶν ὁρῶντα δίδωσιν ὄργια(主格单数分词与宾格单数分词连用),此处克莱门特使用了宾格复数分词 ὁρῶντας。主格分词 ὁρῶν 指传授秘仪者(狄奥尼索斯/基督),宾格分词 ὁρῶντας 指入教信众(复数),生动表现了“看着那些注视着他的人,他传授秘仪”这种相互观照的密契关系。
