← 亚历山太的革利免

杂记

§4.25.155-4.25.158

对上帝的观想生活与真正祭司的纯洁

作者赞美探究与观想的生活,将观想不可见之上帝与理念者论述为神圣的存在,并剖析了父上帝与子(道)的本性。随后,他将信与不信相对照,对旧约祭司的洁净规例进行属灵阐释,指出唯有生活纯洁者才是上帝真正的祭司。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25.155

" Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συνέστη καὶ † ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέτημα προσίζει." εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι· νοῦς δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεός. τὸν οὖν ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν ἐπιφοιτῶντας τοῖς ἄστεσιν. ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθ’ ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι οἶος πεπνυμένος, τοὶ δ’ ὡς σκιαὶ ἀίσσουσιν· νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει· πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὀργή μου.

“凡获得探究之知识者乃是有福的,他既不趋向于损害城民,亦不趋向于不义的行径,而是注视着不死之自然的永不衰老的秩序,其如何构成,从何而来又以何种方式存立。对于这样的人,可耻作为的钻谋绝不会附着于身。” 因此,柏拉图亦理所当然地主张,观想理念者将在世人中间如神一般活着;而理智乃是理念的场所,神即是理智。由此,他将观想不可见之上帝者,称为活在人间的一位神;在《智者篇》中,苏格拉底亦因埃利亚客人的辩证能力而称他为神,正如诸神被说成“化作异邦客旅的模样巡游诸城”一般。因为当灵魂超越了生成之境,自身独存并与形式相通融时,便如《泰阿泰德篇》中的领袖一般,既已如同使者,便将与基督同在,成为观想者,时刻注视上帝的旨意,真正地“唯有他聪慧清明,其余皆如幽影飘飞”;因为死人正在埋葬他们的死人。由此耶利米说道: “我必以我愤怒所击杀的地上所生之死人充满它。”

§4.25.156

ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον. πᾶσαι δὲ αἱ δυνάμεις τοῦ πνεύματος συλλήβδην μὲν ἕν τι πρᾶγμα γενόμεναι συντελοῦσιν εἰς τὸ αὐτό, τὸν υἱόν, ἀπαρέμφατος δέ ἐστι τῆς περὶ ἑκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοίας.1 καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἕν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ’ ὡς πάντα ἕν. ἔνθεν καὶ πάντα· κύκλος γὰρ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλουμένων καὶ ἑνουμένων.

因此,上帝因无可证明而非学知的对象,子却是智慧、学知、真理以及凡与此同属之物,并且子确实拥有证明与系统阐述。圣灵的一切权能总括为一物,皆归结于同一位,即子;但对于其各项权能的每一观念而言,他是不可尽显的。诚然,子既非单纯地作为“一”而为一,亦非作为“部分”而为多,而是作为万有而为一;因此他亦即万有。因为他自身即是一切卷聚归一之权能的圆环。

§4.25.157

διὰ τοῦτο ἄλφα καὶ ὦ ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν λαβών.2 διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ τὸ δἰ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι, ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶ καὶ διαστῆναι καὶ μερισθῆναι. διὰ τοῦτο τάδε λέγει κύριος· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκί, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ’ ἢ οἱ Λευῖται.3 ἀλλογενεῖς δὲ εἴρηκεν τοὺς μὴ πιστεῦσαι βουληθέντας, ἀλλ’ ἀπιστεῖν ἐθέλοντας.

为此,道被称为“阿尔法与欧米伽”,唯有在他身上终点成为起点,并再次终结于高处的起点,全然不曾产生间隙隔阂。因此,信入他并借着他而信,乃是成为单一体,毫无杂念地在他之内合而为一;而不信则是迟疑、分离与分裂。 “为此主如此说:凡未受心割礼、未受肉割礼的外邦之子”,即在身体与灵上皆不洁净者,“在以色列家当中的外邦人中,皆不可进入圣所,唯独利未人除外。” 主将那些不愿相信而执意不信的人称为“外邦人”。

§4.25.158

μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ. διὰ τοῦτο πασῶν περιτεμνομένων τῶν φυλῶν ἁγιώτεραι ἐλογίσθησαν αἱ εἰς ἀρχιερεῖς τε καὶ βασιλεῖς καὶ προφήτας χρίουσαι. ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ’ ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ’ ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς. μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ’ ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν. καθαρίζονται δὲ καὶ οὗτοι ἡμέραις ἑπτὰ δἰ ὅσων ἡ γένεσις τελειοῦται· τῇ ἑβδόμῃ γὰρ ἡ ἀνάπαυσις θρῃσκεύεται, τῇ δὲ ὀγδόῃ ἱλασμὸν προσφέρει, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, καθ’ ὃν ἱλασμὸν ἔστι λαβεῖν τὴν ἐπαγγελίαν.4

因此,唯有生活纯洁的人才是上帝真正的祭司。为此,在所有的部族都受割礼之际,那些膏立大祭司、君王与先知的部族被算为更为圣洁。由此,主吩咐他们甚至不可触摸死者,亦不可走近离世者,这并非由于身体是不洁的,而是因为罪与悖逆乃是属肉体的、具肉身的、死寂的,因而是可憎的。因此,唯有在已故的父亲、母亲、儿子与女儿身旁,祭司才被允许走近,因为唯独他们是血肉与种嗣之近亲,祭司自身亦是从他们那里获得了进入生命的直接原因。这些人亦要经过完成生成的七日得到洁净;因为在第七日敬奉安息,而在第八日献上赎罪祭,正如在《以西结书》中所写的那样,凭着这赎罪祭便能够承受应许。

语法注4 条
  1. 4.25.156ἀπαρέμφατος δέ ἐστι τῆς περὶ ἑκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοίας

    形容词 ἀπαρέμφατος 在语法术语中指“不定词”(未限定显明的形式),在此处取哲学含义“不可充分显明/不可完全表述”,支配属格短语 τῆς ... ἐννοίας,意为“对于有关其每一权能的观念而言,他是不可被尽数表述的”。

  2. 4.25.157οὐδαμοῦ διάστασιν λαβών

    主格分词 λαβών 在语法和逻辑上修饰全句的主语 ὁ λόγος(关系的先行词),而非从句内部的主语 τὸ τέλος。它表明道自身在终点回归高处起点的圆环运动中,“未曾产生任何间隙”。

  3. 4.25.157ἀλλ’ ἢ οἱ Λευῖται

    在否定句(οὐκ εἰσελεύσεται)之后,连词短语 ἀλλ’ ἤ 是表示“除……之外(except)”的固定惯用结构,引出进入圣所的唯一例外(利未人)。

  4. 4.25.158καθ’ ὃν ἱλασμὸν ἔστι λαβεῖν τὴν ἐπαγγελίαν

    带有词头重音的动词 ἔστι 作非人称动词使用(相当于 ἔξεστι),后接不定词 λαβεῖν,表示“能够/得以接受”。介词短语 καθ’ ὃν ἱλασμόν 则指示依据或途径(“凭着这一赎罪”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.25.155-4.25.158