← 亚历山太的革利免

杂记

§4.24.153-4.24.154

自由意志与神圣管教的惩戒目的

阐明自由意志的本质与惩罚罪过的意义,并解释上帝施行管教的三重目的以及洗礼后之罪的涤净。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24.153

Αὐτίκα τὸ ἐφ’ ἡμῖν ἐστιν οὗπερ ἐπ’ ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ,1 ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἐπ’ ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφ’ ἡμῖν. καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ’ ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τ’ αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ’ αὐτοῖς μόνοις κολάζονται· παρῆλθε γὰρ τὰ γενόμενα οὐδὲ ἀγένητον γένοιτ’ ἄν ποτε τὸ γενόμενον. ἀφίενται γοῦν πρὸς τοῦ κυρίου αἱ πρὸ τῆς πίστεως ἁμαρτίαι, οὐχ ἵνα μὴ ὦσι γενόμεναι,2 ἀλλ’ ὡς μὴ γενόμεναι. πλὴν οὐδὲ πάσας ὁ Βασιλείδης φησί. μόνας δὲ τὰς ἀκουσίους καὶ κατὰ ἄγνοιαν ἀφίεσθαι, καθάπερ ἀνθρώπου τινός, ἀλλ’ οὐ θεοῦ τὴν τοσαύτην παρεχομένου δωρεάν. τούτῳ φησὶν ἡ γραφή· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. ἀλλ’ εἰ καὶ ἐπὶ ταῖς ἑκουσίοις κολαζόμεθα, οὐχ ἵνα μὴ γένωνται γενόμεναι, ἀλλ’ ὅτι ἐγένοντο, τιμωρούμεθα. κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ’ εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.

当下,凡在我们权能之下的事物,乃是我们对它自身及对与其相对立者拥有均等支配权的事物,例如研习哲学或不研习哲学、相信或不相信。总之,正因为我们对相对立的每一方拥有均等的支配权,在我们权能之下的事物才被发现为是可能的。诚然,诫命乃是能由我们实行也能不实行的,赞扬与责难自然随之而来;另一方面,因自己所犯的罪过而受惩处的人,亦仅因它们〔所犯的罪过〕受惩处;因为已发生的事已经过去,已发生的事绝不可能成为未曾发生的。无论如何,信仰之前的罪过皆蒙主宽恕,并非为了让它们变得不曾发生,而是视同它们不曾发生。然而巴西里德却说,并非所有的罪都被宽恕,唯有那些出于非自愿与由于无知而犯的罪才得赦免,这仿佛是一位凡人、而非上帝在赐下如此巨大的恩赐。经书针对此人说道: ‘不法者啊,你曾以为我必与你相似。’ 然而,即使我们因自愿的罪过受惩罚,我们受报应也并非为了让已发生的事变为未曾发生,而是因为它们已经发生。惩罚对于犯罪者而言,并不能有助于使他未曾犯下该罪,而是有助于使他不再犯罪,亦不让任何其他人陷入类似罪过。

§4.24.154

ἐνταῦθα οὖν ὁ ἀγαθὸς θεὸς διὰ τρεῖς ταύτας παιδεύει αἰτίας· πρῶτον μὲν ἵν’ αὐτὸς ἀμείνων αὑτοῦ γένηται ὁ παιδευόμενος, ἔπειτα ὅπως οἱ δι’ ὑποδειγμάτων σωθῆναι δυνάμενοι προανακρούωνται νουθετούμενοι,3 καὶ τρίτον ὡς μὴ ὁ ἀδικούμενος εὐκαταφρόνητος ᾖ καὶ ἐπιτήδειος ἀδικεῖσθαι. δύο δὲ καὶ οἱ τρόποι τῆς ἐπανορθώσεως, ὃ μὲν διδασκαλικός, ὃ δὲ κολαστικός, ὃν καὶ παιδευτικὸν εἰρήκαμεν. ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι τοὺς παιδευομένους·4 τὰ μὲν γὰρ προενεργηθέντα ἀφείθη, τὰ δὲ ἐπιγινόμενα ἐκκαθαίρεται. περὶ τῶν ἀπίστων εἴρηται λελογίσθαι τούτους ὡς χνοῦν, ὅν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ ὡς σταγόνα ἀπὸ κάδου.

在此,善的上帝正是为了这三重缘由而施行管教:首先,为了使受管教者自身变得比以往更善;其次,为了使那些能够借由榜样而得救的人受到告诫而退缩止步;第三,为了使受委屈者不致变得易受轻视且易遭侵害。纠正的方式亦有二种:其一是教导性的,其二是惩治性的,后者我们也称之为管教性的。然而应当明白,那些在受洗之后陷入罪过的人,这些人正是受管教者;因为在此之前所犯的作为已被赦免,而后来续发的罪过则被涤净。论到不信者,曾有话说: ‘这些人被算作风从地面上吹散的糠秕,又如桶中的一滴水。’

语法注4 条
  1. 4.24.153οὗπερ ἐπ’ ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ

    关系代词 οὗπερ 省略了先行词 τοῦτο(即 ἐστι [τοῦτο] οὗπερ...),其属格由关系从句中的 κύριοί ἐσμεν 所支配。代词 αὐτοῦ 起到强调和复指关系代词的作用,以便与对立项 τοῦ ἀντικειμένου αὐτῷ 形成明确的对举。

  2. 4.24.153οὐχ ἵνα μὴ ὦσι γενόμεναι, ἀλλ’ ὡς μὴ γενόμεναι

    在此目的从句 οὐχ ἵνα...(“并非为了让已发生的事成为未曾发生”,因时间的不可逆性而不可能)与表示情态或认定态度的 ὡς+分词短语(“而是视同未曾发生”)形成对比,后者指上帝恩典性的宽宥与算定。

  3. 4.24.154προανακρούωνται νουθετούμενοι

    动词 προανακρούομαι 原为航海隐喻,意为“倒桨退船”或“撤退、却步”,在此转义为在犯罪前“受到警戒而退缩、止步”。分词 νουθετούμενοι 则作状语表示方式或手段(“受到劝诫”)。

  4. 4.24.154ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι τοὺς παιδευομένους

    形容词 ἰστέον(“应当知道”)引导一个“宾格+不定式”结构。不定式 εἶναι 的作主语的宾格短语 τοὺς ... περιπίπτοντας 被前置以示强调,并被指示代词 τούτους 紧随强调性复指;述语宾格为 τοὺς παιδευομένους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.24.153-4.24.154