- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.23.150-4.23.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引恩培多克勒论述人的神化,区分了作为受造相的共通本性与依个人抉择达至的完全,阐明了超越激情、同化于上帝之单一性的知性者的观照生活。
φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς τῶν σοφῶν τὰς ψυχὰς θεοὺς γίνεσθαι ὧδέ πως γράφων· "εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι." Ὁ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατ’ ἰδέαν πλάσσεται τοῦ συμφυοῦς πνεύματος· οὐδὲ γὰρ ἀνείδεος οὐδ’ ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὔσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δέ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν αἱρήσηται χαρακτηρίζεται. ᾗ καὶ τὸν Ἀδὰμ τέλειον μὲν ὡς πρὸς τὴν πλάσιν γεγονέναι φαμέν· οὐδὲν γὰρ τῶν χαρακτηριζόντων τὴν ἀνθρώπου ἰδέαν τε καὶ μορφὴν ἐνεδέησεν αὐτῷ. ὃ δὲ ἐν τῷ γίνεσθαι τὴν τελείωσιν ἐλάμβανεν καὶ δἰ ὑπακοῆς ἐδικαιοῦτο, τοῦτο ἦν ἀπανδρούμενον τὸ ἐπ’ αὐτῷ κείμενον· αἰτίᾳ δὲ ἑλομένου, καὶ ἔτι μᾶλλον τὸ κωλυθὲν ἑλομένου, ὁ θεὸς ἀναίτιος·1 διττὴ γὰρ ἡ γένεσις, ἣ μὲν τῶν γεννωμένων, ἣ δὲ τῶν γινομένων.
恩培多克勒亦称智者的灵魂会成为神明,他大约这样写道: “在终局时,他们在地上的世人中成为先知、歌者、医师与君长;由此他们生长为神明,在尊荣中达至至高。” 因此,一般的人类乃是依着同生之灵的相而被塑造;因为人在自然的工场中受造时既非无相,亦非无形,在那里人的生成被神秘地成就,技艺与本质皆是共通的。然而,个别的人则是依照他所拣选的事物而在灵魂中所印刻的痕迹被赋予特征的。正是在此意义上,我们说亚当就受造之形成而言乃是完全的;因为凡标明人的相与形之事物,他无一欠缺。然而,那在渐成之中获得完全、借由顺服而被称义的部分,乃是在成长成熟中取决于他自身的事物。既然责任在于抉择之人,且更在于抉择受禁制之物的人,上帝便毫无过咎;因为生成有二重:其一属于所生出者,其二属于自成者。
καὶ ἡ μὲν τοῦ ἀνθρώπου ἀνδρεία ἐμπαθοῦς ὄντος, φασί, κατὰ τὴν οὐσίαν ἄφοβον καὶ ἀήττητον τὸν μετέχοντα αὐτῆς ποιεῖ, καὶ ἔστι δορυφόρος τοῦ νοῦ ὁ θυμὸς ἐν ὑπομονῇ καὶ καρτερίᾳ καὶ τοῖς ὁμοίοις, ἐπὶ δὲ τῇ ἐπιθυμίᾳ τάττεται καὶ ἡ σωφροσύνη καὶ ἡ σωτήριος φρόνησις, θεὸς δὲ ἀπαθὴς ἄθυμός τε καὶ ἀνεπιθύμητος· καὶ οὐ ταύτῃ ἄφοβος ᾗ τὰ δεινὰ οὐκ ἐκκλίνει οὐδὲ μὴν σώφρων ᾗ τῶν ἐπιθυμιῶν ἄρχει· οὔτε γὰρ ἂν περιπέσοι τινὶ δεινῷ ἡ τοῦ θεοῦ φύσις οὔτε φεύγει ὁ θεὸς δειλίαν, ὥσπερ οὐδὲ ἐπιθυμήσει, ἵνα καὶ ἄρξῃ ἐπιθυμίας. μυστικῶς οὖν ἐφ’ ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.
有人说,在人尚受激情所累时,人的勇敢在本质上使其分享者成为无畏且不可战胜的,而血气在忍耐、坚毅及类似德性中乃是理智的护卫,在欲望之上则部署着节制与拯救性的明智;然而上帝乃是无激情感伤的,既无血气,亦无欲望。上帝之所以无畏,并非因祂不回避可怖之事;祂之所以节制,亦非因祂统御欲望;因为上帝的本性绝不可能陷入任何可怖之事,上帝亦无需逃避怯懦,正如祂绝不会起贪欲,以致需要去统御欲望一样。因此,在我们的处境中亦神秘地流传着毕达哥拉斯学派的格言,即“人亦当合而为一”,因为大祭司自身乃是一,且上帝依照常施美善的不可动摇的态势亦是一。
αὐτίκα ὁ σωτὴρ διὰ τῆς ἐπιθυμίας συνανῄρει καὶ τὸν θυμόν, τιμωρίας ὄντα ἐπιθυμίαν· καθόλου γὰρ τὸ παθητικὸν παντὶ γένει ἐπιθυμίας,2 εἰς δὲ τὴν ἀπάθειαν θεούμενος ἄνθρωπος ἀχράντως μοναδικὸς γίνεται. καθάπερ οὖν οἱ ἐν θαλάττῃ ἀπὸ ἀγκύρας τονούμενοι ἕλκουσι μὲν τὴν ἄγκυραν, οὐκ ἐκείνην δὲ ἐπισπῶνται, ἀλλ’ ἑαυτοὺς ἐπὶ τὴν ἄγκυραν, οὕτως οἱ κατὰ τὸν γνωστικὸν βίον ἐπισπώμενοι τὸν θεὸν ἑαυτοὺς ἔλαθον προσαγόμενοι3 πρὸς τὸν θεόν· θεὸν γὰρ ὁ θεραπεύων ἑαυτὸν θεραπεύει. ἐν οὖν τῷ θεωρητικῷ βίῳ ἑαυτοῦ τις ἐπιμελεῖται θρῃσκεύων τὸν θεὸν καὶ διὰ τῆς ἰδίας εἰλικρινοῦς καθάρσεως ἐποπτεύει τὸν θεὸν ἅγιον ἁγίως· ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωροῦσα ἀδιαλείπτως ἐξομοιοῦται κατὰ δύναμιν θεῷ.
随即,救主借着〔除灭〕欲望,也一同除灭了作为复仇之欲的血气;因为概括而言,受感动的要素属于每一种类别的欲望,而人在进入无激情感伤的状态被神化时,便无可玷污地成为单一体。因此,正如在海上顺着锚索用力的水手拉动锚,却非将锚拉向自己,而是将自己拉向锚一样,那些在知性生活中拉近上帝的人,乃是不知不觉地将自己引向上帝;因为服侍上帝的人乃是照料自己。所以在观照生活中,人在崇敬上帝的同时正是照料自己,并借由自身真纯的洁净,以神圣的方式直观神圣的上帝;因为在随侍侍立中被领会的节制,不断省察并观照自身,便尽可能地同化于上帝。
- 4.23.150αἰτίᾳ δὲ ἑλομένου, καὶ ἔτι μᾶλλον τὸ κωλυθὲν ἑλομένου, ὁ θεὸς ἀναίτιος
化用了柏拉图《理想国》卷十(617e)的名言“αἰτία ἑλομένου· θεὸς ἀναίτιος”(抉择者自负责任,上帝毫无过咎)。此处配合与格 αἰτίᾳ 与属格分词 ἑλομένου,构成表示原因或限定的结构(“责任在于抉择之人”),作为主句“ὁ θεὸς ἀναίτιος”(上帝毫无过咎)的论据。
- 4.23.152καθόλου γὰρ τὸ παθητικὸν παντὶ γένει ἐπιθυμίας
省略系动词(如 ἐστί 或 πρόσεστι)的句式。主语 τὸ παθητικόν(受感动的/激情的要素)支配表示所属或伴随的与格 παντὶ γένει ἐπιθυμίας(属于/附随于每一种欲望),意即“受感动的要素伴随着每一种类的欲望”。
- 4.23.152ἑαυτοὺς ἔλαθον προσαγόμενοι
动词 λανθάνω 的不定过去时(ἔλαθον)后接补充分词(προσαγόμενοι)的固定句式,意为“不知不觉地/在未察觉中做了某事”。承接前文水手拉锚的比喻,生动表达出知性者以为是在拉近上帝,实则不自觉地是将自己引向上帝的情形。
