- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.23.147-4.23.149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特阐明真正的知性者行自制并非出于外在动机或对受造物的厌恶,而是出于对上帝的爱及对更高善好的理性抉择;他援引保罗关于婚姻与独身的论述及德谟克利特的名言,揭示灵魂的宁静与神化境界。
Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖν καὶ παιδοποιίαν μετὰ σωφροσύνης παρειλημμένα, καλοῦ δὲ εἶναι ἄμεινον τὸ διὰ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι.1 τοῖς δὲ ἔξωθεν εὐχρήστοις ἢ δυσχρήστοις προσαγόμενοι τῶν μὲν ἀπέχονται, τῶν δ’ οὔ· ἀλλὰ καὶ ὧν ἀφίστανται, μυσαττόμενοι ταῦτα φαίνονται, τὴν κτίσιν καὶ τὸν δημιουργὸν διαβάλλοντες, κἀν τῷ δοκεῖν πιστῶς ἀναστρέφεσθαι τὴν κρίσιν ἔχουσιν ἀνόσιον. τὸ δὲ οὐκ ἐπιθυμήσεις οὔτε ἀνάγκης τῆς ἐκ φόβου δεῖται, τῆς βιαζομένης ἀπέχεσθαι τῶν ἡδέων, οὔτε μισθοῦ τοῦ δι’ ἐπαγγελίας ἀναπείθοντος ἀνακόπτειν τὰς ὁρμάς· οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν.2 διὰ δὲ τὴν ἐπαγγελίαν αἱροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι ἡδονῆς ᾑρημένοι, οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ’ ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν· αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι τῆς ἐπιθυμίας, φήσει, διὰ τὴν πρὸς σὲ οἰκείωσιν, κύριε. καλὴ γὰρ ἡ κτισθεῖσα δὴ οἰκονομία καὶ πάντα εὖ διοικεῖται, οὐδὲν ἀναιτίως γίνεται, ἐν τοῖς σοῖς εἶναί με δεῖ, παντοκράτορ· κἂν ἐνταῦθα ὦ, παρὰ σοί εἰμι· ἀδεὴς δ’ εἶναι θέλω, ἵνα σοὶ συνεγγίζειν δυνηθῶ, καὶ ὀλίγοις ἀρκεῖσθαι, μελετῶν τὴν σὴν ἐκλογὴν τὴν δικαίαν τῶν καλῶν ἀπὸ τῶν ὁμοίων.
因为他们并未亲近事物本身的本性,以致真正如知性者般领悟到:一切为我们的使用而被造之物皆是善好的——例如在节制中领受的婚姻与繁衍后代——但比善好更为优越的,乃是通过同化于神圣者而达到无激情感伤并具有德性。然而他们受外在的有利或有害所驱使,戒除某些事物,却不戒除另一些事物;不仅如此,甚至对于他们所远离的事物,他们也显出厌恶之色,诽谤受造界与造物主,即便看似过着虔信的生活,其心怀的裁决却是大逆不道的。另一方面,“不可起贪欲”既不需要源自恐惧的强迫(那种强迫人戒除愉悦之事的强迫),也不需要借由应许劝诱人遏止冲动的赏报;它亦非仅仅为了诫命本身而顺从。相反,那些为了应许而顺从上帝的人,是为着应许而作抉择,被享乐的诱饵所俘获。再者,对感性之物的离弃绝非必然引向对知性之物的亲近;恰恰相反,对知性之物的亲近,乃是知性者因依善好之物的拣选而如知性者般抉择至善、惊叹受造界并圣化造化者、圣化对神圣者的同化时,自然而然脱离感性之物的回转。“然而,主啊,因着对祢的亲近,”他将说道,“我必将自己从欲望中释放出来。因为被造的经世秩序诚然美好,万物皆受到良好的掌管,无一事毫无缘由而生;全能者啊,我当置身于属祢之事中;即便身在此处,我亦与祢同在。我愿无所畏惧,好使我能与祢临近,并以微少之物为足,思量祢从同类之物中公正挑选美好之物的抉择。”
μυστικώτατα καὶ ὁσιώτατα ὁ ἀπόστολος διδάσκων ἡμᾶς τὴν ἀληθῶς εὐχάριστον ἐκλογὴν οὐ κατὰ ἀπεκλογὴν τῶν ἑτέρων ὡς φαύλων, ἀλλ’ ὡς καλῶν καλλίονα ποιεῖσθαι μεμήνυκεν εἰπών· ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον αὐτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιεῖ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. ἴσμεν δὲ τὰ μὲν δυσπόριστα οὐκ ἀναγκαῖα, τὰ δὲ ἀναγκαῖα εὐπόριστα γεγενῆσθαι φιλαγάθως παρὰ τοῦ θεοῦ. διόπερ ὁ Δημόκριτος εὖ λέγει, ὡς φύσις τε καὶ διδαχὴ παραπλήσιόν ἐστι καὶ τὴν αἰτίαν συντόμως προσαποδέδωκεν· καὶ γὰρ ἡ διδαχὴ μεταρυθμίζει τὸν ἄνθρωπον, μεταρυθμοῦσα δὲ φύσις ποιεῖ, καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει μετατυπωθῆναι.3 ἄμφω δὲ ὁ κύριος παρέσχηται τὸ μὲν κατὰ τὴν δημιουργίαν, τὸ δὲ κατὰ τὴν ἐκ τῆς διαθήκης ἀνάκτισίν τε καὶ ἀνανέωσιν. τὸ δὲ συμφέρον τῷ κυριωτέρῳ τοῦτο αἱρετώτερον, κυριώτατον δὲ πάντων ἡ διάνοια. ὅτῳ τοίνυν τὰ τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ’ αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν. ὁ δὲ ἐμοῦ ἀκούων, φησίν, ἀναπαύσεται ἐπ’ εἰρήνῃ πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου καὶ τῇ διανοίᾳ σου ἐπὶ τῷ θεῷ. τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου.
使徒极其玄妙且虔敬地教导我们,那真正充满感恩的抉择,并非通过将其他事物视作卑劣而加以排斥,而是将更好的选自美好的事物,他宣告说:“因此,使自己的处女出嫁是做得好,不使她出嫁是做得更好,这是为了端庄,并能专心服侍主而不受分心扰乱。” 我们也知道,难以获取之物皆非必需之物,而必需之物乃是上帝因仁慈而使其易于获取的。因此德谟克利特言之成理:“本性与教导是相似的”,并简明地补充了理由:“因为教导塑造人的形态,而在重塑中形成本性”;无论是由本性塑造成如此,还是经由时间与学习被重塑,并没有任何差异。这两者主皆赐予了:前者借由创造,后者借由出于圣约的再造与更新。凡有利于那更居支配地位者,便更值得欲求,而在一切之中最居支配地位的乃是理智。因此,凡以真正美好之物为至乐的人,便从自身获得他所企盼的果实,即灵魂的稳固安宁。“然而听从我的,”祂说,“必怀着信赖在平安中安歇,毫无惧怕地得享安宁,免受一切灾祸。你要以你的全心和你的理智信赖上帝。”以这种方式,知性者已经能够成为神:“我曾说:你们是神,是至高者的儿子。”
- 4.23.147καλοῦ δὲ εἶναι ἄμεινον τὸ διὰ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι
属格 καλοῦ 在此作比较属格,受比较级 ἄμεινον 支配。不定词短语 τὸ ... γενέσθαι 带有中性冠词作 εἶναι 的主语,表明通过同化于神圣者而达到无情欲且具德性,比婚姻等善好之物(καλοῦ)更为优越。
- 4.23.147οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν
省去了谓语动词的紧缩句。结合前句戒命不需要恐惧与赏报(οὔτε ... δεῖται)以及后文的抉择与顺从(αἱροῦνται / ὑπακηκοότες),宾格 τὴν ὑπακοὴν 作省略动词的宾语,意为“(真正的义人)亦非仅仅为了诫命本身而行出顺从(或做出抉择)”。
- 4.23.149καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει μετατυπωθῆναι
不定过去时 διήνεγκεν(源自 διαφέρω)作无人称用法,搭配表示程度的宾格 οὐδὲν,意为“没有任何差别”。相关的连词 ἢ ... ἢ ... 连接了两个不定词 πλασθῆναι 与 μετατυπωθῆναι,表达天生被塑造成如此与经由时间与研习被重塑之间别无二致。
