- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.22.143-4.22.146
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免将真正的洁净定义为远离过犯的坚定悔改,批判了出于对刑罚的恐惧或对死后赏报的期盼而守义的假象,从而论述了唯出于对至善的爱与正理而行善的真正属知者的自发美德。
Ἱκανὴ δέ, οἶμαι, ἀνθρώπῳ κάθαρσις μετάνοια ἀκριβὴς καὶ βεβαία, εἴ γε κατεγνωκότες ἑαυτῶν ἐπὶ ταῖς προγενομέναις πράξεσι προΐεμεν τὸ πρόσθεν, μετὰ ταῦτα νοήσαντες καὶ τὸν νοῦν ἐξαναδύντες τῶν τε κατ’ αἴσθησιν τερπόντων καὶ τῶν πρόσθεν πλημμελημάτων.1 εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, ὅτι ἵστησιν ἡμῶν ἐν τοῖς πράγμασι τὴν ψυχήν, ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ὂν στάσιν τῆς ψυχῆς ἡμῶν. ἡμεῖς δὲ τὸν ἀεὶ καὶ ἐν πᾶσι δίκαιον ποθοῦμεν μαθεῖν, ὃς μήτε τὴν ἐκ τοῦ νόμου δεδιὼς κόλασιν μήτε τὴν τῶν συνόντων καὶ ἐπεξιόντων τοῖς πλημμεληθεῖσι μισοπονηρίαν εὐλαβούμενος μήτε τὸν ἐξ αὐτῶν τῶν ἀδικουμένων κίνδυνον ὑφορώμενος διαμένει δίκαιος· ὁ γὰρ διὰ ταῦτα τοῦ πράττειν τι τῶν ἀδίκων ἀπεχόμενος οὐχ ἑκὼν χρηστός, φόβῳ δὲ ἀγαθός. καὶ ὅ γε Ἐπίκουρος ἀδικεῖν ἐπὶ κέρδει τινὶ βούλεσθαι οὔ φησι τὸν κατ’ αὐτὸν σοφόν· πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν οὐ δύνασθαι. ὥστε εἰ πεισθήσεται λήσειν, ἀδικήσει κατ’ αὐτόν.
依我看,对人而言,充分的洁净乃是准确而坚定的悔改;只要我们因过去的行径定自己的罪,事后省悟过来,放弃以往之事,使心灵脱离感官的愉悦以及过去的过犯。无论如何,假若应当依词源来解释“知识”(episteme),并因它使我们的灵魂在实存之物中“站立/稳定”(此前灵魂曾变幻不定地飘荡),而将其应用理解为源于“稳定”(stasis),那么同样,“信仰”(pistis)也当被从词源上解释为我们的灵魂关乎真正实存者的“站立/稳定”。但我们渴望认识那位始终且在一切事上公义的人,他既不惧怕律法带来的刑罚,也不忌惮同伴及追究过犯者对恶行的憎恶,亦不提防来自受害者自身的危险,却始终坚守公义;因为因这些缘故而戒绝行不义之事的人,并非自愿为善,而是因恐惧而为善。至少伊壁鸠鲁声称,按他的设想,智者不会为了某种利益而愿意行不义,因为他无法确信能免于被发觉;因此依他看来,若智者确信能避人耳目,便会去行不义。
καὶ τοιαῦτα μὲν τὰ σκοτεινὰ δόγματα· εἰ δὲ καὶ ἐλπίδι τῆς ἐπὶ δικαίοις παρὰ τοῦ θεοῦ ἀμοιβῆς ἀφέξεταί τις τοῦ ἀδικεῖν, οὐδ’ οὗτος ἑκὼν χρηστεύσεται· ὡς γὰρ ἐκεῖνον ὁ φόβος, οὕτω τοῦτον ὁ μισθὸς δικαιοῖ, μᾶλλον δὲ δίκαιον εἶναι δοκεῖν δείκνυσι. τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἱ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλήν, τοῖς δὲ φαύλοις ἔμπαλιν, ἀλλὰ καὶ οἱ Πυθαγόρειοι· τέλος γὰρ κἀκεῖνοι τὴν ἐλπίδα ὑπηγόρευον τοῖς φιλοσοφοῦσιν. ὅπου γε καὶ ὁ Σωκράτης ἐν Φαίδωνι μετὰ ἀγαθῆς ἐλπίδος φησὶ τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι, καὶ πάλιν τοὺς πονηροὺς κακίζων ἀντιτίθησι ζῶσι γὰρ μετὰ κακῆς ἐλπίδος λέγων. συνᾴδειν τούτῳ καὶ ὁ Ἡράκλειτος φαίνεται δι’ ὧν φησι περὶ τῶν ἀνθρώπων διαλεγόμενος· ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
诸如此类皆为晦暗的教说。然而,即使有人因盼望从上帝那里得着对义行的赏报而戒绝行不义,此人同样不是自愿行善;因为正如恐惧使前者被称为义,工钱同样使后者被称为义,或者更确切地说,只是表明他貌似公义而已。然而死后的盼望对善人而言是美好的,对恶人而言则相反,这一点不仅追求蛮族智慧的人知道,毕达哥拉斯学派的人同样晓得;因为他们也把盼望指定为哲学者的终极目的。正如苏格拉底在《斐多篇》中也说,优美的灵魂“带着美好的盼望”离开此世,又在谴责恶人时相对立地说道:“因为他们是带着邪恶的盼望活着。”赫拉克利特在论及人类时所说的话似乎也与此相合:“人在死后,等待着他们的是他们未曾盼望、也未曾料想之事。”
Θείως οὖν ὁ Παῦλος Ῥωμαίοις ἄντικρυς ἐπιστέλλει· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. δι’ ἐλπίδα μὲν γὰρ τὴν μέλλουσαν ἡ ὑπομονή· ἐλπὶς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἐλπίδος ἀπόδοσίς τε καὶ ἀποκατάστασις, ἣ καὶ οὐ καταισχύνει μὴ ὀνειδιζομένη ἔτι. ὁ δὲ ψιλῇ κλήσει καθὸ κέκληται ὑπακούων οὔτε διὰ φόβον οὔτε διὰ ἡδονὰς ἐπὶ τὴν γνῶσιν ἵεται· οὐ γὰρ περισκέπτεται εἴ τι λυσιτελὲς ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὄντος ἐραστοῦ ἑλκόμενος καὶ πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ.
因此,保罗凭神圣启示直截了当地写信给罗马人:“患难生忍耐,忍耐生老练,老练生盼望,盼望不至于蒙羞。” 因为忍耐乃是为了将来的盼望;而“盼望”一词作为同名异义词,也指盼望的报偿与恢复,此报偿因不再遭受责难而“不至于蒙羞”。但那按其蒙召而顺服单纯呼召的人,既非出于恐惧,亦非出于享乐而奔向知识;因为他并不环顾是否有任何外在的有利获益或享受随之而来,而是受对真正实存之所爱者的爱所吸引,并被引向当行之事,从而敬奉上帝。
ὅθεν οὐδ’ εἰ καθ’ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ’ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ’ ἄν,2 τὸ ὄντως καλὸν καὶ αἱρετὸν ἐξ ἑαυτοῦ καὶ ταύτῃ ἀγαπητὸν εἶναι ἅπαξ ἑλόμενος· "οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι "διειλήφαμεν. ἀκήκοεν δ’ ἐκεῖνος ὡς βρῶμα ἡμᾶς οὐ παραστήσει οὐδὲ μὴν γάμος, ἀλλ’ οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατ’ ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατὲς λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ τοῦτο τοῦ ὄψου ἀπεχόμενον. τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.3
因此,即使按假设他从上帝那里获得了行被禁之事而不受惩罚的权柄,即使他额外获得了得着福乐者之善物作为此等行径之赏报的应许,甚至——虽然绝无可能——即使他确信自己所行的能瞒过上帝,他也绝不会愿意做出任何违背正理之事,因为他已一劳永逸地抉择了那真正美好、因其自身即值得欲求并因而值得爱慕之物;因为正如我们所领悟的,“善德并不在于肚腹的饮食”。那人也听见过:“食物不能将我们引荐”,婚姻亦不能,无知中的戒绝婚姻更不能,唯有依美德而行的知性实践方能;否则,狗这种无理性的动物也可以被称为具有自制了,因为它惧怕举起手杖的人,并因此戒绝吃肉。请确信,一旦先前应许的赏赐被撤除,受威吓的恐惧被抹去,迫在眉睫的危险被挪开,此类人的真实动机便会显露无遗。
- 4.22.143τὸν νοῦν ἐξαναδύντες τῶν τε κατ’ αἴσθησιν τερπόντων καὶ τῶν πρόσθεν πλημμελημάτων
在不定过去时主动分词 ἐξαναδύντες(源自 ἐξαναδύω)中,τὸν νοῦν 充当直接宾语或限制性宾格(“使心灵浮出/脱离”),而由前缀 ἐξ- 所支配的 τῶν... τερπόντων 与 τῶν... πλημμελημάτων 则作分离属格,意为“使心灵从感官的愉悦及先前的过犯中脱离出来”。
- 4.22.146ὅθεν οὐδ’ εἰ καθ’ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ’ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ’ ἄν
长大的假设句结构。主句核心动词位于末尾:πρᾶξαί τι... ἐθελήσαι ποτ’ ἄν(“绝不会愿意做任何事……”),并由开头的 οὐδ’... οὐδ’...(“即使……也不,即使……也不,甚至即使……”)统摄全句的否定。三个希求法条件从句(εἰ... λάβοι, εἰ... προσλάβοι, εἰ... πεισθείη)层层递进,直至由 ὅπερ ἀδύνατον 标明的绝不可能之假设。
- 4.22.146τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει
句首的属格 τῶν τοιούτων 修饰后文宾语 τὴν πρόθεσιν(“此类人的真实动机”),因强调主题而发生语序倒置(hyperbaton)。在 ὅτι 从句内部,三个分词短语(περιαιρεθεῖσα ἡ ὑπόσχεσις..., ὁ φόβος περιγραφείς..., χωρισθεὶς ὁ κίνδυνος...)充当表示时间/条件的环境分词,共同服务于主动词 ἐλέγχει(“揭露/显露”)。
