← 亚历山太的革利免

杂记

§4.22.139-4.22.142

昼夜的美德持守与心灵的真正洁净

克莱门特论证真知者凭借稳定的习性在昼夜与梦境中皆不受情欲扰乱而持守美德,阐释了哲人与使徒关于黑夜、睡眠与死亡的言论,并强调相较于外在洗涤,心灵与理智的内在纯洁才是终极的真洁净。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22.139

εἰκότως οὖν ἡ γνῶσις αὕτη ἀγαπᾷ καὶ τοὺς ἀγνοοῦντας διδάσκει τε καὶ παιδεύει τὴν πᾶσαν κτίσιν τοῦ παντοκράτορος θεοῦ τιμᾶν. εἰ δὲ ἀγαπᾶν μεμάθηκε τὸν θεόν, οὐχ ἕξει τὴν ἀρετὴν ἀπόβλητον οὗτος οὐδαμῶς οὔτε ὕπαρ οὔτε ὄναρ οὐδὲ κατὰ φαντασίαν τινά· ἐπεὶ μηδ’ ἐξίσταταί ποθ’ ἑαυτῆς ἡ ἕξις ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτ’ οὖν ἕξις ἡ γνῶσις εἴτε διάθεσις εἶναι λέγοιτο. τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιίας ὀνειρῶττον.1 διὰ τοῦτό τοι καὶ ὁ κύριος ἐγρηγορέναι παραγγέλλει, ὥστε μηδὲ ὄναρ ἡμῶν παθαίνεσθαί ποτε τὴν ψυχήν, ἀλλὰ καὶ τῆς νυκτὸς τὴν πολιτείαν ὡς ἐν ἡμέρᾳ ἐνεργουμένην καθαρὰν καὶ ἀκηλίδωτον διαφυλάττειν προστάττει. αὕτη γὰρ ἡ κατὰ δύναμιν ἐξομοίωσις πρὸς θεὸν τὸ φυλάττειν τὸν νοῦν ἐν τῇ κατὰ τὰ αὐτὰ σχέσει· αὕτη δὲ νοῦ σχέσις ὡς νοῦ, ἡ δὲ ποικίλη διάθεσις γίνεται τῇ πρὸς τὰ ὑλικὰ προσπαθείᾳ.

因此,这种知识理所当然地施以爱心,并教导和训练那些无知的人尊崇全能上帝的一切受造物。假若他已经学会爱上帝,此人无论在醒时、在梦中,或在任何表象中,都绝不会将美德视为可丢弃之物;因为无论知识被称为稳定的习性还是暂时的性向,稳定的习性都绝不会脱离自身而不再成为习性。因为异样的意念绝不潜入,统治机能保持不变,便不会接纳表象的任何改变,也不会梦见日间活动所形成的虚幻幻影。正因如此,主也吩咐我们要警醒,使我们的灵魂甚至在梦中也绝不遭受情欲的影响,反而命令我们要像在白昼行事一样,保守夜间的行事为人纯洁且毫无玷污。因为尽可能地使心灵持守在同一状态之中,这便是效法上帝;而这乃是心灵作为心灵的状态,斑驳杂乱的性向则是因着对物质事物的依恋而产生的。

§4.22.140

ᾗ μοι δοκοῦσιν εὐφρόνην κεκληκέναι τὴν νύκτα, ἐπειδὴ τηνικάδε ἡ ψυχὴ πεπαυμένη τῶν αἰσθήσεων συννεύει πρὸς αὑτὴν καὶ μᾶλλον μετέχει τῆς φρονήσεως. διὰ ταῦτ’ οὖν καὶ αἱ τελεταὶ γίνονται νυκτὸς μάλιστα, σημαίνουσαι τὴν ἐν νυκτὶ τῆς ψυχῆς συστολὴν ἀπὸ τοῦ σώματος. ἄρ’ οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίου.

依我看,人们正是以此将黑夜称为“善思之夜”(euphrone),因为此时灵魂脱离了感官,收摄归向自身,更多地分享了智慧(phronesis)。正因如此,密仪也多在夜间举行,象征着夜间灵魂从身体的收缩退隐。 “所以,我们不要睡觉,像其余的人一样,总要警醒谨守。因为睡的人是在夜间睡,醉的人是在夜间醉。但我们既然属乎白昼,就应当谨守,把信和爱当作护心镜遮胸,把得救的盼望当作头盔戴上。”

§4.22.141

ὅσα δ’ αὖ περὶ ὕπνου λέγουσι, τὰ αὐτὰ χρὴ καὶ περὶ θανάτου ἐξακούειν. ἑκάτερος γὰρ δηλοῖ τὴν ἀπόστασιν τῆς ψυχῆς, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον, ὅπερ ἐστὶ καὶ παρὰ Ἡρακλείτου λαβεῖν· ἄνθρωπος ἐν εὐφρόνῃ † φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθείς ὄψεις· ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος.2 μακάριοι γὰρ οἱ εἰδότες τὸν καιρὸν κατὰ τὸν ἀπόστολον, ὅτι ὥρα ὑμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τάς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικῶς. ταύτῃ τοι λελουμένους φασὶ δεῖν ἐπὶ τὰς ἱεροποιίας καὶ τὰς εὐχὰς ἰέναι, καθαροὺς καὶ λαμπρούς· καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τε καὶ ἡγνίσθαι, ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως· "ἣ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵματ’ ἔχουσα, "ἡ Πηνελόπη ἐπὶ τὴν εὐχὴν ἔρχεται· Τηλέμαχος δέ, "χεῖρας νιψάμενος πολιῆς ἁλός,3 εὔχετ’ Ἀθήνῃ." ἔθος ταῦτο Ἰουδαίων, ὡς καὶ τὸ πολλάκις ἐπὶ κοίτῃ βαπτίζεσθαι. εὖ γοῦν κἀκεῖνο εἴρηται· "ἴσθι μὴ λουτρῷ, ἀλλὰ νόῳ καθαρός. " ἁγνεία γάρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.

再者,凡人们关于睡眠所说的,同样也当关于死亡来理解。因为二者都表明灵魂的分离,一者程度更甚,另一者稍逊,这一点亦可从赫拉克利特那里获得: “人在夜间死后,眼目已灭,便为自己点亮光芒;活着睡眠时,眼目已灭,便触及死者;醒着时,则触及睡者。” 因为按使徒所言,那些“知道时候的人”是有福的,“因为现在是你们该趁早睡醒的时候了;因为我们得救,现今比初信的时候更近了。黑夜已深,白昼将近。我们就当脱去暗昧的行为,带上光明的兵器。” 使徒把圣子寓意为白昼与光明,又把诸般诫命隐喻为光明的兵器。正是为此,人们才说应当洗净之后、纯洁而光亮地前去举行祭礼和祈祷;而这种外在的修饰与洁净乃是作为象征之故,“洁净乃在于心存圣洁”,并且,关于洗礼的意象大概也是由摩西以大约这样的方式传给诗人们的: “她沐浴之后,身穿洁净的衣服,”珀涅罗珀前去祈祷;而忒勒玛科斯则,“在灰白的海水中洗了手,向雅典娜祈祷。” 这是犹太人的习俗,正如常常在床上行浸洗礼一样。无论如何,那句话也说得好: “当以心灵纯洁,而非以沐浴纯洁。” 因为依我之见,完全的洁净乃是心灵、行为与思念的纯全,再加上言语的纯真,而终极的顶峰则是在梦境中的无罪过。

语法注3 条
  1. 4.22.139τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιίας ὀνειρῶττον.

    τῷ μὴ παρεισιέναι 为表示原因的带冠词与格不定式短语,其逻辑主语为宾格的 ἐννοίας διαφόρους。主句主语是中性的 τὸ ἡγεμονικόν(统治机能),分词 μένον(带补足成分 ἀναλλοίωτον)与分词 ὀνειρῶττον 均在性和数上与其保持一致(中性单数主格)。句子骨架为:“由于各样相异的意念绝不潜入,统治机能保持不变,不接纳表象的任何改变,亦不梦见日间活动所形成的虚像”。

  2. 4.22.141ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθεὶς ὄψεις· ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος.

    在所引用的赫拉克利特残篇(DK B26)中,中动式动词 ἅπτεται 具有双重语义的双关:一是“为自己点燃(光/火)”,二是“触碰、接续”(支配属格)。在第一句 φάος ἅπτεται ἑαυτῷ 中,它支配宾格 φάος,意为“为自己点亮光芒”;在后文中则支配属格(τεθνεῶτος 与 εὕδοντος),意为“触及死者”与“触及睡者”。此外,ἀποσβεσθεὶς ὄψεις 是被动分词接关系宾格(ὄψεις),意为“目光/视力熄灭”。

  3. 4.22.142χεῖρας νιψάμενος πολιῆς ἁλός

    引自荷马《奥德赛》卷二第261行。中间位分词 νιψάμενος 带有直接宾格宾语 χεῖρας(“洗手”),而 πολιῆς ἁλός 则是史诗中表示材料、来源或分离的属格(“在灰白的海水中 / 取海水洗手”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.22.139-4.22.142