← 亚历山太的革利免

杂记

§4.22.135-4.22.138

真知者对善本身的追求与效法上帝

论述真知者并非出于恐惧或对赏赐的指望、而是纯粹因善本身而行善,且珍视对上帝的知识更甚于救恩,最终达到不动情的境界以效法上帝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22.135

Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτός ἐστιν ὁ γνωστικός. ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγαθὸν ἤτοι διὰ φόβον (γέγραπται γάρ· ποῦ φύγω καὶ ποῦ κρυβήσομαι ἀπὸ προσώπου σου; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ἐκεῖ ἡ δεξιά σου· ἐὰν καταβῶ εἰς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου), ἀλλ’ οὐδὲ δἰ ἐλπίδα τιμῆς ἐπηγγελμένης (εἴρηται γάρ· ἰδοὺ κύριος καὶ ὁ μισθὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν), μόνη δ’ ἡ δἰ ἀγάπην εὐποιία1 ἡ δἰ αὐτὸ τὸ καλὸν αἱρετὴ τῷ γνωστικῷ.

因此,明察通达且具有洞察力的人,就是真知者。他的职责既非戒绝恶行(因为这不过是通向极大进阶的踏脚石),也非出于恐惧去行某种善(因为经上记着说:“我往哪里逃、往哪里躲避你的面呢?我若升到天上,你在那里;我若往海极去,你的右手在那里;我若下到深渊,你的灵也在那里”),更非出于对所许诺之尊荣的指望(因为有话说:“看哪,主和祂的赏赐都在祂面前,要照各人的行为报应各人,就是眼睛未曾看见、耳朵未曾听见、人心也未曾想到的,是上帝为爱祂的人所预备的”);相反,唯有出于爱、因至善本身而蒙选取的行善,才是真知者所选取的。

§4.22.136

αὐτίκα ἐκ προσώπου τοῦ θεοῦ τῷ κυρίῳ λέλεκται· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, αἴτημα τὸ βασιλικώτατον διδάσκων αἰτεῖσθαι τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀμισθί, ἵνα δὴ ἡμεῖς κληρονομήσωμεν καὶ κτησώμεθα τὸν κύριον. ἔμπαλιν γὰρ χρείας τινὸς ἕνεκεν, ἵνα μοι τόδε γένηται καὶ τόδε μὴ γένηται, τῆς ἐπιστήμης ἐφίεσθαι τῆς περὶ τὸν θεὸν οὐκ ἴδιον γνωστικοῦ, ἀπόχρη δ’ αὐτῷ αἰτία τῆς θεωρίας ἡ γνῶσις αὐτή. τολμήσας γὰρ εἴποιμ’ ἄν, οὐ διὰ τὸ σῴζεσθαι βούλεσθαι τὴν γνῶσιν αἱρήσεται ὁ δἰ αὐτὴν τὴν θείαν ἐπιστήμην μεθέπων τὴν γνῶσιν· τὸ μὲν γὰρ νοεῖν ἐκ συνασκήσεως εἰς τὸ ἀεὶ νοεῖν ἐκτείνεται, τὸ δὲ ἀεὶ νοεῖν, οὐσία τοῦ γινώσκοντος κατὰ ἀνάκρασιν ἀδιάστατον γενομένη καὶ ἀίδιος θεωρία, ζῶσα ὑπόστασις μένει. εἰ γοῦν τις καθ’ ὑπόθεσιν προθείη τῷ γνωστικῷ, πότερον ἑλέσθαι βούλοιτο, τὴν γνῶσιν τοῦ θεοῦ ἢ τὴν σωτηρίαν τὴν αἰώνιον, εἴη δὲ ταῦτα κεχωρισμένα (παντὸς μᾶλλον ἐν ταὐτότητι ὄντα), οὐδὲ καθ’ ὁτιοῦν διστάσας ἕλοιτ’ ἂν τὴν γνῶσιν τοῦ θεοῦ, δἰ αὑτὴν αἱρετὴν κρίνας εἶναι τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως δἰ ἀγάπην εἰς γνῶσιν ἰδιότητα.2

随即以上帝的口吻对主有话说:“你求我,我就将列国赐你为基业”,以此教导祂当毫无报酬地祈求那至为崇高的君王式祈求——人类的救恩,好使我们得以承受并得着主。因为相反地,为了某种需要,为了使我得到这个或免去那个,而企图追求关于上帝的认识,并不是真知者的本性;对他而言,知识本身作为沉思默想的缘由就已足够。因为我敢说,为了神圣认知本身而追求真知的人,绝不是因盼望得救才选取真知。因为心智的运用由共同操练延伸为永恒的心智运用,而永恒的心智运用由于不可分离的交融而成为知者的本体与永恒的沉思,作为活生生的实体而常存。因此,若有人假设性地向真知者提出选择,问他究竟愿意选取对上帝的知识还是永远的救恩,假若这两者是分开的(尽管它们首要地处于同一性之中),他也会毫不犹豫地选取对上帝的知识,因为他判定那由爱从信仰跃升至知识的独特品性,其本身就值得选取。

§4.22.137

αὕτη τοίνυν ἡ πρώτη ἀγαθοποιία τοῦ τελείου, ὅταν μὴ διά τι χρειῶδες τῶν εἰς αὐτὸν συντεινόντων γίνηται, κρίναντος δ’ ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν,3 ἐκτενῶς ἡ ἐνέργεια φερομένη ἐν πάσῃ πράξει ἀγαθύνηται, οὐκ ἐφ’ ὧν μέν, ἐφ’ ὧν δ’ οὔ, ἀλλ’ ἐν ἕξει εὐποιίας καταστᾶσα μήτε διὰ δόξαν ἔτι ἤ, ὥς φασιν οἱ φιλόσοφοι, τὴν εὔκλειαν μήτε διὰ μισθὸν εἴτε παρὰ ἀνθρώπων εἴτε καὶ ἐκ θεοῦ· κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ κυρίου τὸν βίον ἐκτελοίη. κἄν πως ἀγαθοεργοῦντι αὐτῷ ἐναντίον τι ἀπαντήσῃ, ὡς ἀγαθὴν τὴν ἀντιμισθίαν ἀμνησικάκως προήσεται, ἐπὶ δικαίους καὶ ἀδίκους δίκαιος καὶ ἀγαθὸς γινόμενος. τοιούτοις τισὶν ὁ κύριος λέγει· γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειος. τούτῳ τέθνηκεν ἡ σάρξ, ζῇ δὲ αὐτὸς μόνος ἀφιερώσας τὸν τάφον εἰς ναὸν ἅγιον κυρίῳ, τὴν παλαιὰν ἁμαρτητικὴν ψυχὴν ἐπιστρέψας πρὸς θεόν.

因此,完全人的首要善行乃是这样:当其发生并非因任何关乎自身的私利,而是判定行善本身是美好的,他的行动便在一切实践中竭力施展而成全善行,并非在某些事上行善而在另一些事上不行,而是确立在行善的稳定习性之中,不再是为了名声,或如哲学家们所说的令誉,也不再是为了出自人或出自上帝的赏赐;愿他“照着主的形象与样式”度尽一生。即便他在行善时遭遇到任何相反之事,他也会毫无怨尤地将其作为美好的酬报而任其过去,对“义人与不义的人”都成为公义而善良的。对于这样的人,主说道:“你们要完全,像你们的天父完全一样。” 对于这样的人,肉体已经死去,而唯独他自己活着,他已将自己的坟墓奉献为主的圣殿,将昔日犯罪的灵魂归向了上帝。

§4.22.138

οὐκ ἐγκρατὴς οὗτος ἔτι, ἀλλ’ ἐν ἕξει γέγονεν ἀπαθείας, σχῆμα θεῖον ἐπενδύσασθαι ἀναμένων. ἐὰν ποιήσῃς, φησίν, ἐλεημοσύνην, μηδεὶς γινωσκέτω, καὶ ἐὰν νηστεύσῃς, ἄλειψαι, ἵνα ὁ θεὸς μόνος γινώσκῃ, ἀνθρώπων δὲ οὐδὲ εἷς, ἀλλ’ οὐδὲ αὐτὸς ὁ ἐλεῶν ὅτι ἐλεεῖ, γινώσκειν ὀφείλει· ἔσται γὰρ οὕτω ποτὲ μὲν οἰκτίρμων, ἄλλοτε δὲ οὔ. ἐπὰν δὲ ἐν ἕξει ποιήσῃ τὸ εὐεργετητικόν, φύσιν ἀγαθοῦ μιμήσεται· ἡ δὲ διάθεσις καὶ φύσις ἔσται καὶ συνάσκησις. οὐ δεῖ4 δὲ ἀρθέντας μετατεθῆναι, ἀλλὰ βαδίζοντας ἀφικέσθαι οἷ δεῖ, διὰ πάσης τῆς στενῆς διελθόντας ὁδοῦ· τοῦτο γάρ ἐστι τὸ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, τὸ ἄξιον γενέσθαι τὴν δύναμιν τῆς χάριτος παρὰ τοῦ θεοῦ λαβεῖν καὶ ἀκωλύτως ἀναδραμεῖν· κἂν μισῶσι τὸν ἐκλεκτόν τινες, οἶδεν οὗτος τὴν ἄγνοιαν αὐτῶν, οἰκτείρων τῆς ἀμαθίας τὴν γνώμην αὐτῶν.

这人已不再只是节制自守的人,而是进入了不动情(无情欲)的境界,等候披戴神圣的形体。经上说:“你施舍的时候,不要让人知道;你禁食的时候,要抹上油,使唯有上帝知道,人连一个也不知道;甚至连施怜悯的人自己也不应当知道自己正在施怜悯”;因为否则的话,他就会时而怜悯,时而不怜悯。但若他在恒常习性中行出善举,他就会效法善的本性;而这种心境将既是本性,又是操练。我们不当被举起而迁移,而当步行走完全程狭窄之道以达到当至之处;因为这便是所谓“被父吸引”,即成为配得从上帝领受恩典之能力、且畅通无阻地向上奔跑的人。纵使有人憎恨这选民,他深知他们的愚昧,怜悯他们因无知而生出的心思念头。

语法注4 条
  1. 4.22.135ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν ... οὐδὲ μὴν ποιεῖν τι ἀγαθὸν ... μόνη δ’ ἡ δἰ ἀγάπην εὐποιία

    在此主谓结构中,作为主语的成分在名词短语(ἡ ἀποχή)和不定式短语(ποιεῖν τι ἀγαθόν)之间交替并列,经过一系列否定词(οὐχ... οὐδὲ μὴν... ἀλλ’ οὐδὲ...)的层层排除,最终落在与之形成鲜明对照的主语 μόνη δὲ ἡ... εὐποιία 上。表语名词 ἔργον 置于句首以示强调。

  2. 4.22.136τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως δἰ ἀγάπην εἰς γνῶσιν ἰδιότητα

    在同位定语语序中,冠词 τὴν 与被修饰名词 ἰδιότητα 之间包孕了完成时分词 ἐπαναβεβηκυῖαν 及其所有从属短语。属格 τῆς πίστεως 是复合动词 ἐπαναβαίνω(“从……跃升/凌驾”)所要求的表示起点或比较的属格,εἰς γνῶσιν 指向终点,δἰ ἀγάπην 则表示媒介手段。

  3. 4.22.137κρίναντος δ’ ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν

    从意义上看,该分词承前指代先行词 τοῦ τελείου(完全人的),但由于主句的主语是 ἡ ἐνέργεια,故在形式上以单数属格的独立属格(genitive absolute)结构插入。这是一种松散的独立属格,逻辑上的施事者一致性优先于与主句主语的语法一致性。

  4. 4.22.138οὐ δεῖ δὲ ἀρθέντας μετατεθῆναι, ἀλλὰ βαδίζοντας ἀφικέσθαι οἷ δεῖ

    非人称动词 δεῖ 支配不定式 μετατεθῆναι 与 ἀφικέσθαι,其逻辑上的泛指主语以宾格复数分词(ἀρθέντας, βαδίζοντας)体现。通过分词的语态和词义,被动地“被抬起搬移”与主动地“步行前往”形成了鲜明的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.22.135-4.22.138