← 亚历山太的革利免

杂记

§4.21.132-4.21.134

依恩赐而得的完全与使徒的完满美德

革利免引用保罗书信与荷马史诗,阐述各人如何照着上帝赐予的独特恩赐与职分达到完全,对比了在一切事上皆得圆满的使徒们的完全性,并论述了福音作为旧约律法阐释与成全的必然关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21.132

Ταῦτα γνωστικῆς ἀσκήσεως προγυμνάσματα. ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας,1 ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον. ἤδη συνορῶμεν ὅπῃ καὶ ὅπως καὶ ὁπότε ὁ θεῖος ἀπόστολος τὸν τέλειον λέγει καὶ ὡς τελείων ἐμφαίνει διαφοράς. πάλιν τε αὖ ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

这些乃是真知式操练的预备训练。既然全能的上帝亲自“所赐的有使徒,有先知,有传福音的,有牧者和教师,为要成全圣徒,各尽其职,建立基督的身体,直等到我们众人在信仰上以及对上帝儿子的认识上同归于一,得以长大成人,达到基督丰满身量的度量”,那么我们尚在肉身之中时,就当竭力以真知的方式长大成人,并尽可能地达到完全;我们当从今世这完全的同心合意出发,操练使自己契合于上帝的旨意,以便恢复那真正完全的高贵与同族亲情,进入那由成全而完全齐备的基督的丰满之中。我们已经明察,这位神圣的使徒在何种意义上、以何种方式以及在何时论及完全人,又如何指明了完全人之间的差异。此外,“圣灵显在各人身上,是叫人得益处。这人蒙圣灵赐他智慧的言语,那人蒙同一位圣灵赐他知识的言语,又有一人蒙同一位圣灵赐他信心,还有一人蒙同一位圣灵赐他医病的恩赐,又有一人能行异能,又有一人能作先知,又有一人能辨别诸灵,又有一人能说方言,又有一人能翻方言。但这各样的事都是这位同一的圣灵所运行、随己意各自分给各人的”。

§4.21.133

ὧν οὕτως ἐχόντων οἱ μὲν προφῆται ἐν προφητείᾳ τέλειοι, οἱ δίκαιοι δὲ ἐν δικαιοσύνῃ καὶ οἱ μάρτυρες ἐν ὁμολογίᾳ, ἄλλοι δὲ ἐν κηρύγματι, οὐκ ἀμέτοχοι μὲν τῶν κοινῶν ἀρετῶν, κατορθοῦντες δὲ ἐν οἷς ἐτάχθησαν· ἐπεὶ τίς ἂν εὖ φρονῶν εἴποι τὸν προφήτην οὐ δίκαιον; τί γάρ; οὐχὶ καὶ οἱ δίκαιοι ὥσπερ Ἀβραὰμ προεφήτευσαν; "ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, "Ὅμηρος λέγει. ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἀπὸ θεοῦ, ὃ μὲν οὕτως,2 ὃ δὲ οὕτως, οἱ ἀπόστολοι δὲ ἐν πᾶσι πεπληρωμένοι.

情况既然如此,先知们是在预言上完全,义人是在公义上完全,殉道者是在承认信仰上完全,其他人则是在宣讲上完全;他们并非没有分享共同的美德,而是在他们受指派的事上取得成就。因为有哪个心智健全的人会说先知不义呢?况且,义人们难道不也曾像亚伯拉罕那样说预言吗?正如荷马所说:“上帝把善战的事迹赐给一人,把跳舞赐给另一人,把弦琴与歌唱赐给又一人。” 但“各人蒙上帝赐他自己的恩赐,一个是这样,一个是那样”;至于使徒们,则是在一切事上都圆满丰足。

§4.21.134

εὑρήσεις γοῦν, ἢν θελήσῃς, ἐκ τῶν πράξεων καὶ τῶν συγγραμμάτων αὐτῶν τὴν γνῶσιν, τὸν βίον, τὸ κήρυγμα, τὴν δικαιοσύνην, τὴν ἁγνείαν, τὴν προφητείαν. ἰστέον μέντοι ὅτι, εἰ καὶ ὁ Παῦλος τοῖς χρόνοις νεάζει, εὐθέως μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἀκμάσας, ἀλλ’ οὖν ἡ γραφὴ αὐτῷ ἐκ τῆς παλαιᾶς ἤρτηται διαθήκης, ἐκεῖθεν ἀναπνέουσα καὶ λαλοῦσα· ἡ γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου γνῶσις ἐξήγησίς ἐστι τοῦ νόμου καὶ πλήρωσις. καὶ διὰ τοῦτο εἴρηται τοῖς Ἑβραίοις· ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε,3 τουτέστιν ἐὰν μὴ πιστεύσητε τῷ διὰ νόμου προφητευθέντι καὶ ὑπὸ νόμου θεσπισθέντι, οὐ συνήσετε τὴν διαθήκην τὴν παλαιάν, ἣν αὐτὸς κατὰ τὴν ἰδίαν ἐξηγήσατο παρουσίαν.

你若愿意,确实能从他们的行传和著作中发现他们的真知、生命、宣讲、公义、纯洁和预言。然而须知,即使保罗在年代上较年轻,是在主升天之后随即盛极一时,但他笔下的经文却依附于旧约,从那里呼吸并发出声音;因为对基督的信仰与福音的真知,乃是对律法的阐释与成全。正因如此,对希伯来人才有这样的话说:“你们若不信,就绝不得明白”;也就是说,你们若不信那位藉着律法被预言、并由律法所命定者,就绝不能明白那由祂在亲临现世时所阐释的旧约。

语法注3 条
  1. 4.21.132σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας

    在非人称动词性形容词 σπευστέον(“当竭力”)所统辖的不定词(ἀπανδροῦσθαι, τελειοῦσθαι)结构中,分词 καταμένοντας(以及下文的 μελετήσαντας)采用阳性复数宾格,与不定词所省略的逻辑主语(“我们”)保持一致,相当于宾格不定词句式。

  2. 4.21.133ὃ μὲν οὕτως, ὃ δὲ οὕτως

    用作指示代词的阳性单数主格冠词 ὃ(即 ὁ,按校勘惯例加标重音)与连词小品词 μέν / δέ 搭配,承接前文的 ἕκαστος 表分配,意为“一个这样,一个那样”(引自哥林多前书7:7)。

  3. 4.21.134ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε

    否定小品词 οὐ μή 连用并接虚拟语气(第二不定过去时虚拟式 συνῆτε),构成强烈的否定句式(“绝不得明白”)。引自七十士译本以赛亚书7:9,作为条件句 ἐὰν μὴ πιστεύσητε 的主句,表示无信则断无领会旧约真意之可能的必然因果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.21.132-4.21.134