← 亚历山太的革利免

杂记

§4.21.130-4.21.131

诸般美德中的完全与殉道之成就

作者论述了完全因不同美德而有多重表现,且唯有在生命告终的殉道中而非在肉身中才能真正被称为完全,并引用保罗书征劝勉信徒在患难中向上帝推荐自己,经历依着上帝意思的忧愁以达至成圣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21.130

Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς ἐγκρατὴς καὶ ὡς ἐργάτης καὶ ὡς μάρτυς καὶ ὡς γνωστικός· πάντα δὲ ὁμοῦ τέλειος οὐκ οἶδ’ εἴ τις ἀνθρώπων, ἔτι ἄνθρωπος ὤν, πλὴν μόνον ὁ δἰ ἡμᾶς ἄνθρωπον ἐνδυσάμενος. καίτοι καὶ κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὅς ἀποχὴν κακῶν ἐπαγγέλλεται· ὁδὸς δέ ἐστιν αὕτη ἐπί τε τὸ εὐαγγέλιον ἐπί τε τὴν εὐποιίαν. ἀλλὰ νομικοῦ μὲν τελείωσις γνωστικὴ εὐαγγελίου πρόσληψις, ἵνα γένηται ὁ κατὰ νόμον τέλειος· οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν. ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς διαθήκας δεδωκὼς κύριος. εἰ δὲ καὶ πολιτεύσαιτο ὀρθῶς (ὥσπερ οὖν ἀδύνατον δυσεργείᾳ γνῶσιν ἐπακολουθεῖν) μάρτυς τε ἐπὶ τοῖσδε ὀρθότατα ὁμολογήσας δἰ ἀγάπην γένοιτο, πλείονα τὴν ἀξίαν ὡς ἐν ἀνθρώποις λαμβάνων, οὐδ’ οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς,1 ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι2 καὶ παραστῆσαι κυρίως δἰ ἀγάπης γνωστικῆς εὐχαριστηθέντος αἵματος παραπεμπομένου τὸ πνεῦμα.

在此我发现,“完全”是根据在各项美德中行事成功的人而有多种理解的。确实,有人因虔敬而得完全,有人因坚忍,有人因自制,有人因辛劳作工,有人因作见证(殉道),有人因作为真知者(诺斯替者)而得完全;但在依然为人时能否在一切事上同时完全,除了唯独为了我们披戴人性的那位之外,我不知道有哪个人能做到。然而,哪怕仅凭字句的律法,那宣告远离邪恶的人也可能是完全的;但这是一条通往福音与行善的道路。对恪守律法者而言,真知式的完全在于领受福音,好让遵照律法的人成为完全;因为遵照律法的摩西正是如此预言必须听从,以便我们依照使徒所言,领受基督为律法的完满。而在福音中,真知者已经向前迈进,他不仅把律法当作台阶使用,更是按照赐下诸约的主传授给使徒们的方式去领会并理解律法。纵使他行事为人端正(正如真知绝不可能伴随恶行),并且在此之上因着爱作出最端正的承认而成为殉道者,获得了在人间更为崇高的尊荣,即便如此,他在肉身之中也未能抢先被称为完全;因为这一称谓已被生命的终结所先取,彼时真知殉道者已经展示了完全的作为,并且真正通过真知的爱,在感恩献上的鲜血伴送心灵之际将之呈现出来。

§4.21.131

μακάριος δ’ ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος· μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. χρὴ γὰρ τοὺς σπεύδοντας εἰς συντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἀλλ’ ἐν παντὶ συνιστάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. ἔστω δὲ κατ’ ἐπακολούθημα πείθεσθαι καὶ τοῖς ἀνθρώποις· καὶ γὰρ τούτοις εὔλογον διὰ τὰς ἐπηρεαζούσας βλασφημίας. ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· κἀγώ, φησίν, εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. ἐπιτελῶμεν οὖν, φησίν, ἁγιωσύνην ἐν φόβῳ θεοῦ. εἰ γὰρ καὶ λύπην ὁ φόβος γεννᾷ, χαίρω λέγει, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον,3 ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.

自此以后,他便堪称有福,并当之无愧地被宣告为完全,“好叫这莫大的能力是出于上帝,不是出于我们”,正如使徒所说。只要我们持守自由的抉择与爱,“四面受敌,却不被困住;心里作难,却不至绝望;遭逼迫,却不被丢弃;打倒了,却不至死亡”。因为照同一位使徒所言,凡奔向完全的人,“凡事都不叫人有妨碍,反倒在各样事上推荐自己”,不是向人,而是向上帝。顺理成章地顺从众人亦无不可;因为为了避免招致侮辱的毁谤,顾及他们也是合乎情理的。然而这推荐乃是“在极大的忍耐中,在患难、穷乏、困苦、鞭打、监禁、扰乱、劳苦、不眠、禁食中;在廉洁、知识、恒忍、恩慈、圣灵、无伪的爱、真理的道、上帝的大能中”,好让我们成为上帝的殿,“得以洁净,脱离身体和灵魂的一切污秽”。“并且,”他说,“我要收纳你们。我要作你们的父,你们要作我的儿女。这是全能的主说的。”“所以,”他说,“我们当敬畏上帝,得以成圣。”因为即使惧怕生出忧伤,“我欢喜,”他说,“不是因你们忧愁,乃是因你们从忧愁中生出懊悔。你们依着上帝的意思忧愁,凡事就不至于因我们受亏损了。因为依着上帝的意思忧愁,就生出没有后悔的懊悔来,以致得救;但世俗的忧愁是叫人死。因为你看,正是你们依着上帝的意思忧愁这件事,在你们里面生出何等的殷勤,更是分诉,更是愤慨,更是恐惧,更是想念,更是热心,更是惩治!在这一切事上,你们都表明自己在这事上是洁净的。”

语法注3 条
  1. 4.21.130οὐδ’ οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς

    此处理解为动词 φθάνω 与分词 κληθείς 搭配的句式(φθάνω 连用分词表示“先于……做”、“抢先达到”)。与否定词 οὐδὲ 连用,意为即便其生命何等卓越以至殉道,“在肉身之中也未能先被称为完全”。紧随其后的 ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου(因为生命的终结已经先取了这一称谓)为此提供了理由。

  2. 4.21.130φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι

    φθάσαντος ... τοῦ γνωστικοῦ μάρτυρος 构成属格独立结构。动词 φθάνω 在此接不定式 ἐνδείξασθαι 与 παραστῆσαι,意为“当真知殉道者已经展现并呈现了完全的作为时”。该结构限定了主句中“生命的终结先取了该称谓”的时间与情境。

  3. 4.21.131ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον

    直接引自保罗书信(哥林多后书 7:11)。连词 ἀλλά 的连续反复修辞(首字重复法 anaphora),并非用来单纯否定或转折前面的 πόσην σπουδήν(何等的殷勤),而是具有递进与层叠强化的功用(“何止如此,更是……,甚至……”),逐层展现其热忱的具体表现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.21.130-4.21.131