- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.20.125-4.20.129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免引述悲剧诗人欧里庇得斯与经文,论述真正的婚姻并非建立在外貌或财富上,而是基于美德和对上帝的顺服,劝勉妻子智慧化解丈夫带来的苦难,并借着信仰得着救恩。
Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· "εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ,1 κἀκπονεῖν ἅν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν. " καὶ αὖθίς που τούτοις τὰ ὅμοια· "ἡδὺ δέ, ἢν κακόν πράξῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος." τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πως ὑποδεικνύων κἀν ταῖς συμφοραῖς ἐπιφέρει· "σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ’ ἀνέξομαι καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν·" μετὰ γὰρ τῶν φίλων "εὐτυχεῖν δυστυχεῖν τε χρή· τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε; "
欧里庇得斯描绘了一位庄重而爱丈夫的妇人,告诫道: “无论他说什么,即便他说得不妥,也应当认为他说得好;并且要竭力说出能取悦同住者的话。” 他在别处又说了类似的话: “当丈夫遭遇不幸时,妻子与他一同面带愁容,共同分担痛苦与欢乐,这是甜蜜的事。” 他在厄运之中展现她的温和与深情,又接着说: “当你生病时,我定会与你一同患病并忍耐,一同分担你的灾难,对我而言毫无苦涩;”因为与朋友一道,“应当同甘共苦;除了这个,还有什么能称为朋友之情呢?”
ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν τῆς ἐλπίδος·2 πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. χρὴ δὲ τὸν εὐδαίμονα γάμον οὔτε πλούτῳ ποτὲ οὔτε κάλλει κρίνεσθαι, ἀλλ’ ἀρετῇ. "οὐδεμίαν, "φησὶν ἡ τραγῳδία, "ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δὲ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνή, ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται." εἶτα οἷον παραινέσεις διδοῦσά φησι· "πρῶτα μέν γε τοῦθ’ ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ. οὐ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς ὁρᾷ, " καὶ τὰ ἐπὶ τούτοις. πάνυ γὰρ κυρίως ἡ γραφὴ βοηθὸν εἶπεν τὴν γυναῖκα δεδόσθαι τἀνδρὶ παρὰ τοῦ θεοῦ.
因此,按理完满结合的婚姻是圣洁的,只要这种结合顺服上帝,并且以“诚心和充足的信心,心中除去了邪恶的良心,身体用清水洗净了,并坚守所承认的指望;因为那应许我们的是信实的”来维系。 幸福的婚姻绝不应当依据财富或容貌来评判,而应当依据美德。 “容貌,”悲剧说道,“在结发丈夫方面未曾对任何妇人有所助益,但美德却助益了许多妇人;因为凡是与丈夫紧密相连的善妇,都深谙节制之道。” 随后,它又如劝导般说道: “首先便有这一点:哪怕丈夫貌丑,对于有智慧的女子来说,也应当认为他是英俊的。因为评判的不是肉眼,而是心灵在察看,”等等。确实,经上极恰当地说,女人是上帝赐予男人作为助手的。
δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται· εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ’ ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν,3 συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.
因此我认为很明显,在治家过程中,对于来自丈夫的每一件令人痛苦的事,她都会选择以说服的言语去抚平;但若他不听从,她届时便会竭尽人类天性所能,努力度过无可指责的一生,无论应当与道同死还是同生,都认定上帝是如此行事的帮手与同伴,是真正无论在今生还是来世的护佑者与救主,使他成为一切作为的统领与向导,将节制与正义视为本分,将蒙上帝喜悦作为终极目的。
χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. μᾶλλον δέ, φησίν, εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὅς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι’ αὐτῆς μιανθῶσιν οἱ πολλοί.
使徒在《致提多书》中甚为得体地指出,“老年妇人举止要合乎圣徒的体统,不说谗言,不给大酒作奴仆,好教导年轻妇女爱丈夫,爱儿女,谨守,贞洁,料理家务,待人恩慈,顺服自己的丈夫,免得上帝的道被毁谤。” “并且,”他说,“你们要追求与众人和睦,并要追求圣洁;非圣洁没有人能见主。又要谨慎,恐怕有人犯淫乱,或如以扫那样不敬虔,他因一点食物把自己长子的名分卖了;又恐怕有苦根长出来扰乱你们,因此使众人沾染污秽。”
εἶθ’ οἷον κολοφῶνα ἐπιθεὶς τῷ περὶ γάμου ζητήματι ἐπιφέρει· τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ἑνὸς δὴ σκοποῦ καὶ ἑνὸς δὴ τέλους ἀνδρὶ καὶ γυναικὶ δεδειγμένου, τί τὸ τέλειον, ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ φησι· ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὅν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
接着,他如同为婚姻问题加上顶石般补充道: “婚姻,人人都当尊重,床也不可污秽;因为苟合行淫的人,上帝必要审判。” 既然为男人和女人指明了同一目标和同一终点,关于何为完全,彼得在书信中说道: “如今若有必要在百般的试炼中暂时忧愁,叫你们的信心既被试验,就比那被火试验仍能坏的金子更显宝贵,可以在耶稣基督显现的时候得着称赞与荣耀;你们虽然不认识他,却是爱他;如今虽不得看见,却因信他就有说不出来、满有荣光的喜乐,并且得着你们信心的果效,就是灵魂的救恩。” 因此保罗也夸耀,为了基督的缘故,自己曾“多受劳苦,受鞭打是过重的,冒死是屡次有的”。
- 4.20.125κἂν μὴ λέγῃ
承前文 εὖ λέγειν 省略补足,意为“即便他说得不[妥/好]”。语境中形成修辞对比,劝诫妻子即便丈夫所言欠妥,亦当视之为善言。
- 4.20.126ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν τῆς ἐλπίδος
此句为属格绝对结构,化用了《希伯来书》10:22-23。阳性复数分词(ἡγνισμένων、λελουμένων、ἐχόντων)以夫妇双方或一般的基督徒为逻辑主语。τὰς καρδίας 与 τὸ σῶμα 均为关系宾格(表示被修饰动作或状态涉及的范围),分别意为“在心灵上得洁净”、“在身体上得洗涤”。
- 4.20.127ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν
μετὰ τοῦ λόγου 意为“与道(上帝的道/基督,或理性)一同”。相关条件从句(ἐάν τε... ἐάν τε...)表达无论何种境遇皆然,意即“无论是坚守道而死,还是与道同生”。
