- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.19.121-4.19.124
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引古代诗歌、哲学与历史中兼具美德与学识的女性诸例,论证追求美德对男女同样适用,且美德完全取决于自身意志,不为任何外部阻碍所夺。
καὶ τὰ ἑξῆς. ᾄδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρᾳ ὠκύτητα καὶ τὴν Ἀντικλείας φιλοστοργίαν καὶ τὴν Ἀλκήστιδος φιλανδρίαν καὶ τὴν Μακαρίας καὶ τῶν Ὑακινθίδων εὐψυχίαν. τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα καλὸς πῆχυς ἀλλ’ οὐ δημόσιος ἀποκρίνασθαι.1 τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα· ἐρωτηθεῖσα γάρ, ποσταία2 γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ θεσμοφόριον κάτεισιν, ἀπὸ μὲν ἰδίου καὶ παραχρῆμα ἔφη, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδεπώποτε. ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ τὰ περὶ Διονύσου γραψαμένη· αἱ γὰρ Διοδώρου τοῦ Κρόνου ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὥς φησι Φίλων ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε· Μενεξένη, Ἀργεία, Θεογνίς, Ἀρτεμισία, Παντάκλεια. μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ἐφ’ ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν.
等等。其余的诗人们也歌咏阿塔兰忒在狩猎中的敏捷、安提克勒亚的慈爱、阿尔刻提斯的从夫之爱,以及玛卡里亚和许阿喀托斯诸女的壮烈气魄。又如何呢?难道毕达哥拉斯派的忒阿诺不是在哲学上达到了如此境地,以至于面对放肆注视并说道: “好美的手臂,”的人,竟回答说: “但这并非公用”吗?关于她的端庄,那句名言也流传至今:当被问及妇人与男人同房之后隔多少天可以前往地母节神庙时,她说道: “若是与自己的丈夫,立即可去; 若是与外人,则永不可去。” 不仅如此,兰萨库斯的索伊罗斯之女、兰萨库斯的莱昂透斯之妻忒弥斯托研习伊壁鸠鲁哲学,正如忒阿诺之女缪亚与撰写关于狄奥尼索斯著作的阿里格诺忒研习毕达哥拉斯哲学一样;因为被称为克洛诺斯的狄奥多罗斯的女儿们全都成了辩证学者,正如辩证家斐洛在《墨涅克塞诺》中所说,他列出她们的名字如下:墨涅克塞涅、阿尔革亚、忒奥格尼斯、阿耳忒弥西亚、潘塔克勒亚。我还记得一位犬儒派的妇人,名叫希帕基亚,是马罗尼亚人,克拉特斯的妻子,他甚至在彩绘柱廊中与她举行了“犬派婚礼”。
Ἀρήτη δὲ ἡ Ἀριστίππου ἡ Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσεν Ἀρίστιππον. παρὰ Πλάτωνί τε ἐφιλοσόφουν Λασθένεια ἡ Ἀρκαδία καὶ Ἀξιοθέα ἡ Φλιασία· Ἀσπασίας γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἱ κωμικοὶ πολλὰ δὴ καταγράφουσιν, Σωκράτης μὲν ἀπέλαυσεν εἰς φιλοσοφίαν, Περικλῆς δὲ εἰς ῥητορικήν. παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς φησι Δίδυμος ἐν Συμποσιακοῖς.
昔兰尼的阿里斯提波之女阿瑞忒,教育了被称为“受教于母者”的阿里斯提波。在柏拉图门下研习哲学的还有阿卡迪亚的拉斯忒涅亚和佛利乌斯的阿克西奥忒亚;至于米利都的阿斯帕西亚——喜剧诗人们对她着实大加描摹——苏格拉底在哲学上、伯里克利在修辞学上均得益于她。因此,鉴于篇幅冗长,我略去其余的妇人,既不一一列举女诗人科林娜、忒勒希拉、缪亚与萨福,也不列举女画家,例如克拉提诺斯之女伊瑞涅和涅阿尔克斯之女阿娜克桑德拉(迪杜莫斯在《席间谈》中提到过她们)。
ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδας· ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρ’ Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει. Ἕλοιτ’ ἄν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω ἐπ’ ἀρετήν. πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ σωτηρίαν διαφέρειν νομίζεται· ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἢ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἢ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προῃρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκόλαστον παρασκευάζειν βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ.
而那位智者、林多斯统治者克勒俄布洛斯的女儿,毫不以此为耻地为她父亲的宾客洗脚;因为亚伯拉罕有福的妻子撒拉本人也为天使烘烤面饼,在希伯来人中王家少女们放牧羊群,荷马诗中的瑙西卡阿也正是因此前往洗衣水池。 因此,端庄审慎的女子首先会选择劝勉丈夫成为在通往幸福之事上的同伴;但若无法办到,她当独自奔向美德。在一切事上顺从丈夫,以致绝不逆他的意愿行事,除非是那些被认为关乎美德与得救之事;然而,即便有人阻拦一个毫不伪善地向往如此境界的女子或婢女,这样的人此时所做的,显然无非是决意让人背离正义与节制,企图让自己的家庭同时陷入不义与放荡。
οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν οὐκ ἐπ’ ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ’ ἡμῖν. τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δ’ ἐφ’ ἡμῖν οὐδαμῶς,3 οὐδ’ εἰ μάλιστα ἐνίσταιτο· θεόσδοτον γὰρ τὸ δῶρον καὶ οὐχ ὑποπῖπτον ἄλλῳ τινί. ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἄν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.
由此可见,无论男子还是女子,若不借助学习、研习与操练,绝不可能在任何领域成为知名之士;然而我们断言,美德不取决于任何他人,而首要完全取决于我们自己。因此,人能够通过与之对抗来阻碍其他身外之物,但绝无法阻碍取决于我们自身之事,哪怕以极力阻挠亦复如是;因为这是上帝所赐的恩惠,并不屈从于任何旁人。故而,放荡决不能被视作除了行放荡者之外任何他人的恶,而节制反过来则是能够秉持节制者自身的善。
- 4.19.121εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς ... ἀποκρίνασθαι
指示副词性短语 εἰς τοσοῦτον 带有表示部分的属格 φιλοσοφίας,引导由 ὡς 搭配不定式(ἀποκρίνασθαι)构成的结果从句。此处以 ὡς 代替 ὥστε 接不定式表达结果,属于古典及希腊化散文的规范句式。
- 4.19.121ποσταία
疑问序数形容词(阴性单数主格),与主语 γυνή 在性、数、格上保持一致。在句意上相当于副词用法,询问同房之后“隔了几天”或“在第几天”妇人方可前往神庙祭拜的时间间隔。
- 4.19.124τὸ δ’ ἐφ’ ἡμῖν οὐδαμῶς
省略性对照分句,承接前句的动词短语 εἴργειν δύναται(“能够阻碍”)。以 τὸ δ’ ἐφ’ ἡμῖν(“取决于我们自身之事”)与前文的 τὰ μὲν ... ἄλλα(“其他身外之物”)形成鲜明对比,意即“但对于取决于我们自身之事,则绝不可能[阻碍]”。
