- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.1.1-4.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者梳理了著作的整体写作计划:先完成关于殉道、完全者、信仰以及希腊人汲取蛮族哲学之益处的伦理学论述,继而探讨圣书阐释与各派本原学说,最终进至以创世记为起点的诺斯底直观,并声明当下仍须回归眼前的伦理学论题。
Ἀκόλουθον δὴ οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος,1 οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησομένων τὰ παρεπόμενα, καὶ ὡς ὁμοίως φιλοσοφητέον δούλῳ τε καὶ ἐλευθέρῳ κἂν ἀνὴρ ἢ γυνὴ τὸ γένος τυγχάνῃ· τά τε ἑξῆς περί τε πίστεως καὶ περὶ τοῦ ζητεῖν προσαποπληρώσαντες τὸ συμβολικὸν εἶδος παραθησόμεθα, ἵν’ ὡς ἐν ἐπιδρομῇ τὸν ἠθικὸν συμπερανάμενοι λόγον κεφαλαιωδῶς παραστήσωμεν τὴν εἰς Ἕλληνας ἐκ τῆς βαρβάρου φιλοσοφίας διαδοθεῖσαν ὠφέλειαν. μεθ’ ἣν ὑποτύπωσιν ἥ τε πρὸς τοὺς Ἕλληνας καὶ ἡ πρὸς τοὺς Ἰουδαίους κατ’ ἐπιτομὴν τῶν γραφῶν ἔκθεσις παραδοθήσεται καὶ ὅσα ἐν τοῖς πρὸ τούτου Στρωματεῦσι κατὰ τὴν τοῦ προοιμίου εἰσβολὴν ἐν ἑνὶ προθεμένοις τελειώσειν ὑπομνήματι τῷ πλήθει τῶν πραγμάτων ἀναγκαίως δουλεύσασι περιλαβεῖν οὐκ ἐξεγένετο.2
因此我认为,论述殉道以及谁是完全之人——附带事项将依照所要论述之事的要求包含在其中——以及无论生为男人还是女人,奴隶与自由人都应当同样研习哲学,这是顺理成章的;在相继补足关于信仰与探求的论述之后,我们将陈述象征的形式,以便在概括结束伦理学论述的同时,提纲挈领地阐明由蛮族哲学传授给希腊人的益处。在这项纲要之后,将以简编圣书的方式,呈现针对希腊人以及针对犹太人的阐述,并将补叙此前各卷《杂记》中所未能涵括的内容——我们原在绪论之始意图以一部专论予以完成,却不得不屈从于论题的繁冗。
ἐπὶ τούτοις ὕστερον πληρωθείσης ὡς ἔνι μάλιστα τῆς κατὰ τὰ προκείμενα ἡμῖν ὑποτυπώσεως τὰ περὶ ἀρχῶν φυσιολογηθέντα τοῖς τε Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον. οἷς ἑπόμενον ἂν εἴη μετὰ τὴν ἐπιδρομὴν τῆς θεολογίας τὰ περὶ προφητείας παραδεδομένα διαλαβεῖν, ὡς καὶ τὰς γραφὰς αἷς πεπιστεύκαμεν κυρίας οὔσας ἐξ αὐθεντείας παντοκρατορικῆς ἐπιδείξαντας προϊέναι δι’ αὐτῶν εἱρμῷ δύνασθαι3 καὶ ἁπάσαις ἐντεῦθεν ταῖς αἱρέσεσιν ἕνα δεικνύναι θεὸν καὶ κύριον παντοκράτορα τὸν διὰ νόμου καὶ προφητῶν, πρὸς δὲ καὶ τοῦ μακαρίου εὐαγγελίου γνησίως κεκηρυγμένον. πολλαὶ δὲ ἡμᾶς αἱ πρὸς τοὺς ἑτεροδόξους ἀντιρρήσεις ἐκδέχονται πειρωμένους τά τε ὑπ’ αὐτῶν προκομιζόμενα ἐγγράφως διαλύεσθαι πείθειν τε αὐτοὺς καὶ ἄκοντας, δι’ αὐτῶν ἐλέγχοντας τῶν γραφῶν.
在此之上,随后当我们既定方案的纲要尽可能完满地达成时,便须考察希腊人与其他蛮族关于本原所作的自然哲学探究(凡其见解传至我们这里的),并着手研讨哲学家们所构想的最核心的学说。紧随这些之后的,宜是在概观神学之后论述关于预言的传承,以便在我们证明了我们所信奉的圣书因全能者的权威而具有确切效力之后,能够借由这些圣书循序渐进,并由此向所有的异端指明,借由律法与先知、更借由受福的福音所真正宣扬的上帝与全能之主乃是同一位。当我们尝试以文字化解持不同意见者提出的论据,并通过圣书本身驳斥他们,从而使他们即使违心也不得不信服时,针对他们的诸多辩驳正等待着我们。
Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὄντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων.4 ἡ γοῦν κατὰ τὸν τῆς ἀληθείας κανόνα γνωστικῆς παραδόσεως φυσιολογία, μᾶλλον δὲ ἐποπτεία, ἐκ τοῦ περὶ κοσμογονίας ἤρτηται λόγου, ἐνθένδε ἀναβαίνουσα ἐπὶ τὸ θεολογικὸν εἶδος. ὅθεν εἰκότως τὴν ἀρχὴν τῆς παραδόσεως ἀπὸ τῆς προφητευθείσης ποιησόμεθα γενέσεως, ἐν μέρει καὶ τὰ τῶν ἑτεροδόξων παρατιθέμενοι καὶ ὡς οἷόν τε ἡμῖν διαλύεσθαι πειρώμενοι. ἀλλὰ γὰρ τὸ μὲν γεγράψεται, ἢν θεός γε ἐθέλῃ καὶ ὅπως ἂν ἐμπνέῃ, νυνὶ δὲ ἐπὶ τὸ προκείμενον μετιτέον καὶ τὸν ἠθικὸν ἀποπληρωτέον λόγον.
因此,当我们在顺应迫切需要的论述中完成了我们的全部预定目标后——倘若圣灵意愿(因为关于真理必须预先说明的事项确实极为紧要)——那时我们便将进入真正属诺斯底的自然哲学,在领受大秘仪之前先入小秘仪,从而由于应当预先探究和预先传授的事项已经受预先的洁净与形塑,没有任何事物会阻碍真正神圣的密仪传示。无论如何,依照真理的规矩所作的诺斯底传承的自然哲学,或者毋宁说是最高秘仪的直观,皆维系于关于宇宙生成的论述,并由此上升至神学的形态。因此,我们理当从所预言的创世展开这一传承的开端,部分地列举持不同意见者的观点,并尽我们所能予以化解。然而,倘若上帝愿意,那一部分将依照祂所启示的方式写就;眼下我们则必须转向既定的论题,完成伦理学的论述。
- 4.1.1Ἀκόλουθον δὴ οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος
非人称形容词 ἀκόλουθον 支配不定式 διαλαβεῖν(“探讨……乃是顺理成章的”)。作为其论述的对象,介词短语 περί τε μαρτυρίου 与间接疑问句 καὶ τίς ὁ τέλειος(以及后文的 καὶ ὡς...)形成了异类并列结构。
- 4.1.1ἐν ἑνὶ προθεμένοις τελειώσειν ὑπομνήματι τῷ πλήθει τῶν πραγμάτων ἀναγκαίως δουλεύσασι περιλαβεῖν οὐκ ἐξεγένετο
非人称动词 οὐκ ἐξεγένετο(“未能、不可得”)支配不定式 περιλαβεῖν,与格分词 προθεμένοις 与 δουλεύσασι 则与未明言的与格逻辑主体 ἡμῖν(我们)保持一致,全句结构为“对于原本打算以一部专论完成……却屈从于内容之繁多的我们而言,未能加以涵括”。
- 4.1.2ὡς καὶ τὰς γραφὰς αἷς πεπιστεύκαμεν κυρίας οὔσας ἐξ αὐθεντείας παντοκρατορικῆς ἐπιδείξαντας προϊέναι δι’ αὐτῶν εἱρμῷ δύνασθαι
连词 ὡς 引导目的或结果,支配不定式 δύνασθαι。宾格分词 ἐπιδείξαντας 作不定式 δύνασθαι 的逻辑主语(即“使我们在证明了……之后能够前进”),而分词 οὔσας 则是动词 ἐπιδείξαντας 之后的补充宾语分词(“证明圣书是具有权威的”)。
- 4.1.3προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων
属格独立结构。完成时被动态分词 προκεκαθαρμένων 与 προδιατετυπωμένων 与其实词化的分词主语短语 τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων(“应当预先考察与预先传授的事项”)性数格一致,构成了 ὡς μηδὲν ἐμποδὼν... γίνεσθαι 的前提条件或原因。
