← 亚历山太的革利免

杂记

§4.19.118-4.19.120

男女皆能达至完全与圣经及外邦女性典范

作者论证完全性乃男女均等可得,除以舍己为民代祷的摩西为例外,更列举了友弟德、以斯帖、苏珊娜、米利暗等圣经妇女,以及在守节、忍受酷刑和战功上表现卓越的希腊女性典范。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19.118

Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ’ ἴσης μὲν ἀνδρί. ἐπ’ ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος. ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστι σκληροτράχηλος· ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν σωτηρίαν· μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων. ὅση τελειότης τοῦ συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος.1 ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μὲν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦ· λαμβάνει δ’ εὐθὺς τἀπίχειρα τῆς πίστεως ἀριστεύσασα γυνὴ κατὰ τοῦ πολεμίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένη κεφαλῆς.

确实,这种完全性,男人同样可以分享,女人也同样可以分享。立刻想到的并不唯独摩西;当他从上帝那里听见:“我已对你一再说过:‘我看这百姓,看哪,他们是硬着颈项的;容我将他们灭绝,我要把他们的名从天下涂抹,使你成为一个比他们更大、更奇妙、远胜过他们的国民’”时,他并不顾及自己的利益,而是为了公众的得救,祈求着回答道:“万不可如此,主啊;求你赦免这百姓的罪,否则也请把我从活人册上抹去。” 那宁愿与百姓同死也不愿独自得救的人,其完全性是何等浩大!不仅如此,在妇女中达到完全的友弟德,在城池被围困时向长老们请求,因着对上帝的信靠,为了祖国把自己交于仇敌手中,藐视一切危险,走出了城走向外邦人的军营;作为一名女子,她立时因对抗信仰的敌人英勇克敌而获得了信仰的报酬,成为了掌握荷罗孚尼头颅的主人。

§4.19.119

πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν διὰ πίστεως ἀναλύουσα δόγμα· καὶ δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ἀπαθῆ διεφύλαξεν. σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελφήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ’ Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.

此外,在信仰上完全的以斯帖,把以色列从专制的权力和省长(哈曼)的残暴中拯救出来;她虽是一名孤单的女子,因禁食而消瘦,却挺身对抗成千上万武装的右臂,借着信仰废除了专制的谕旨;她确实驯服了君王,遏制了哈曼,并以向着上帝的完全祈求,保守以色列未受丝毫损害。至于苏珊娜和摩西的姐姐,我姑且不论:后者率领在希伯来人中因智慧而闻名的全体妇女,与先知一同统领军队;而前者在端庄贞洁的极致中,哪怕被放荡的情人们定罪而走向死亡,依然坚定不移地作了贞洁的见证人。

§4.19.120

Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δι’ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ’ ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατ’ ὀλίγον αὖθις ἀνιοῦσαν ἐπενδύσασθαι. ἢ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Ἀττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδ’ ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα στρεβλουμένη. φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι.2 τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναΐδα πεποιηκὼς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε· "καὶ τότ’ ἄρ’ ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες πρόσθεν ἐυρρεῖος ποταμοῦ Νείλοιο ἄνακτος,"

事实上,哲学家狄翁记述过一位名叫吕西狄凯的女子,因极度羞耻心而穿着罩衫沐浴;而斐洛特拉每当要步入浴盆时,随着水遮蔽裸体的程度才悄悄把罩衫卷起,随后出来时又渐渐重新穿上。难道雅典女子莱艾娜不也是英勇地忍受了拷打吗?她深知哈摩狄奥斯和阿里斯托革顿等人反对希帕科斯的图谋,虽然遭受极残酷的酷刑,却绝不吐露分毫。人们还传说阿耳戈斯的妇女们在女诗人忒勒希拉率领下,仅凭现身就击溃了善战的斯巴达勇士,为她们自己获得了对死亡的无惧。《达那伊斯》的作者论到达那俄斯的女儿们时,也同样如此写道: “那时,达那俄斯的女儿们便在清流荡漾的领主尼罗河前迅速武装起来。”

语法注2 条
  1. 4.19.118ὅση τελειότης τοῦ συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος

    分词 ἐθελήσαντος 之后的连词 ἤ 属于省略了比较副词 μᾶλλον 的习惯用法,表示“宁可……而不愿……”(如同 βούλομαι ἤ 或 αἱροῦμαι ἤ)。此外,修饰不定式 σῴζεσθαι 逻辑主语的形容词 μόνος 采用主格,属于主格不定式结构(nominativus cum infinitivo)。

  2. 4.19.120ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι

    中动态 περιποιήσασθαι 表示“为自身取得/确保”,与格代词 ἐκείναις 作为间接反身用法指代主语自身(阿耳戈斯妇女们)。属格 τοῦ θανάτου 是名词化中性形容词 τὸ ἀδεές(无惧、不畏)所要求的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.19.118-4.19.120