← 亚历山太的革利免

杂记

§4.18.114-4.18.117

奖赏的差异与对情欲谬见的驳斥

作者论述了真知者与单纯信徒奖赏的差异,引用公义王博克霍里斯审判的轶事驳斥了自封有真知者对情欲的误解,并阐明了肉体情欲之瞥与洞见灵魂之美的纯洁之爱间的本质区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18.114

εἰκότως γοῦν καὶ τὰ τούτων ἀθλα διάφορα· τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν.1 Ἐνταῦθα γενόμενος ἀνεμνήσθην τινὸς φάσκοντος ἑαυτὸν γνωστικόν. ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ ἐμβλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ’ αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται· εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι.2

因此,理所当然地,他们的奖赏也是各不相同的:为有真知的人所预备的,是“眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到的”;而对那单纯相信的人,祂见证他所撇下之物的“百倍”,这个应许恰好是落在人的理解力之内的。 到了这里,我想起一个自称是有真知者的人。因为他在解释“但我告诉你们,凡看见妇女就动淫念的,已经与她犯奸淫了”这句话时,认为不应判定单纯的欲望受审,除非依随那欲望、越过欲望本身的行为在其中得以成全;因为若是在梦中借着幻象而成,那他就已经连同肉体一起滥用了。

§4.18.115

λέγουσιν οὖν οἱ τὰς ἱστορίας συνταξάμενοι Βοκχόριδος τοῦ δικαίου κρίσιν τοιάνδε. ἐρῶν ἑταίρας νεανίας πείθει μισθῷ τινι ὡρισμένῳ τὴν παῖδα ἀφικέσθαι τῇ ὑστεραίᾳ πρὸς αὐτόν. προλαβούσης ὄναρ τῆς ἐπιθυμίας παρ’ ἐλπίδα κορεσθεὶς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πως αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα. ἧκον οὖν ἐπὶ τὸν κριτήν. τὸ βαλλάντιον οὗτος τοῦ μισθώματος τὸν νεανίσκον προτείνειν κελεύσας, ἐν ἡλίῳ δέ, τὴν ἑταίραν λαβέσθαι προσέταξεν τῆς σκιᾶς, χαριέντως εἴδωλον μισθώματος ἀποδιδόναι κελεύσας εἰδώλου συμπλοκῆς.

因此,撰写历史的人记载了公义的博克霍里斯如下的判决:一个爱上妓女的青年,以定好的报酬说服那女子次日到他那里去。然而他的情欲在梦中先行发作,出乎意料地得到了满足;当被爱恋的女子按约定到来时,他便将她拒之门外。她得知原委后,便索要酬劳,称自己以此种方式成全了情人的欲望。于是他们来到审判官面前。审判官命令那青年把装有酬金的钱袋伸出来,但要置于阳光下,并吩咐那妓女去抓取钱袋的阴影,巧妙地裁定以酬劳的虚影偿付交合的虚影。

§4.18.116

Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ’ ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ’ ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ’ ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ ἁμαρτητικῶς δἰ οὗ τεθαύμακεν κρίνεται· ἔμπαλιν γὰρ ὁ δἰ ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δἰ οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει,3 σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ κατ’ ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ.

因此,当灵魂赞同幻象时,人固然是在做梦;但那带着情欲观看的人,乃是在清醒时做梦——不仅像那个自封的有真知者所言,若在看见妇女的同时在心意中构想交媾(因为这本身就已经是情欲作为情欲的行为了);而且经上说,如果有人注视肉体的美,且在他看来这肉体按情欲是美丽的,那么他因肉体地且犯罪地观看了,便要因他所赞叹的事物受审判。相反,那借着纯洁的爱注视美的人,并不认为肉体是美丽的,而认为灵魂是美丽的;我想,他把身体当作雕像来赞赏,并借由此美将自己引向造物主与那真正至美之物,向驻守在升天道路上的天使展示公义的光明印记这一神圣徽章——我是指蒙悦纳的恩膏,即圣灵赐下后在被修饰一新的灵魂上所显出的心向之品格。

§4.18.117

ταύτην τὴν δόξαν τὴν ἐκλάμψασαν ἐπὶ τοῦ προσώπου Μωυσέως ὁ λαὸς οὐχ οἷός τε ἦν προσβλέπειν, διὸ καὶ κάλυμμα ἐλάμβανε τῆς δόξης πρὸς τοὺς σαρκικῶς θεωμένους. τοὺς μὲν γὰρ ἐπαγομένους τινὰ τῶν κοσμικῶν κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι,4 τὸν δὲ γυμνὸν μὲν τῶν ὑποπιπτόντων τῷ τέλει, πλήρη δὲ γνώσεως καὶ τῆς ἐξ ἔργων δικαιοσύνης συνευχόμενοι παραπέμπουσι, τὸν ἄνδρα σὺν καὶ τῷ ἔργῳ μακαρίσαντες· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, τοῦ ζωτικοῦ ξύλου, τοῦ κατὰ τὰς διεξόδους τῶν ὑδάτων τεθραμμένου· καρποφόροις δὲ ὁ δίκαιος ἀπεικάζεται δένδροις, οὐ μόνον τοῖς κατὰ τὴν τῶν μεταρσίων θυσίαν· ἦσαν δὲ κἀν ταῖς τῶν θυσιῶν προσαγωγαῖς παρὰ τῷ νόμῳ οἱ τῶν ἱερείων μωμοσκόποι. ὄρεξιν οὖν ἐπιθυμίας διακρίνουσιν οἱ περὶ ταῦτα δεινοί, καὶ τὴν μὲν ἐπὶ ἡδοναῖς καὶ ἀκολασίᾳ τάττουσιν ἄλογον οὖσαν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν κατὰ φύσιν ἀναγκαίων λογικὴν ὑπάρχουσαν κίνησιν.

摩西脸上所发出的这荣光,百姓不能定睛观看,因此为了防备那些按肉体观看的人,他蒙上了荣光的帕子。因为对于那些携带世俗之物的人,索取关税的官吏必将他们作为被自身情欲所压倒的人扣留;但对那赤身脱去关税所属之物、却充满了真知与出于行为之公义的人,他们必同声祈祷送行,将那人连同其行为一并祝为有福:“他的叶子也不枯干”,即那滋养于“溪水旁”的生命之树;义人被比作结果子的树木,不仅仅是属于天上祭礼的树木;而且在律法关于献祭的献礼中,也有专门查验祭牲瑕疵的人。因此,精通这些事的人将意欲与情欲区分开来:他们将情欲归于享乐与放荡,视其为无理性的;而将意欲归于按本性的必然所需,视其为一种理性的运动。

语法注4 条
  1. 4.18.114ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν

    此处为反向同化(attractio inversa)结构,先行词名词 ἐπαγγελίαν 被直接纳入关系从句中并置于宾格,在逻辑上作为同位语进一步阐释前一分句中的 ἑκατονταπλασίονα。

  2. 4.18.114εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι

    在条件从句 εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ 中,承前省略了谓语动词短语(如 ἐκτελεῖται τὸ ἔργον 或 γίνεται,承接前文的 ἐκτελῆται)。此处高度概括了自称真知者的狡辩逻辑。

  3. 4.18.116δἰ οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει

    主动词 παραπέμπει 承接前文分词短语的主语 ὁ... προσβλέπων,构成该长句的核心骨架;后续的现在分词 ἐπιδεικνύμενος 以及同位语短语(τὸ χρῖσμα..., τὴν ποιότητα...)皆从属修饰此主干动作。

  4. 4.18.117τοὺς μὲν γὰρ ἐπαγομένους τινὰ τῶν κοσμικῶν κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι

    此句包含倒装结构:主语是后置的 οἱ τὸ τέλος ἀπαιτοῦντες(索取税收者),主动词 κατέχουσιν 的直接宾语则是置于句首的宾格分词 τοὺς... ἐπαγομένους。分词 βαρουμένους 与该宾语保持一致,与格短语 τοῖς σφετέροις... πάθεσι 则表示原因或手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.18.114-4.18.117