- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.18.111-4.18.113
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引罗马的革利免与保罗的话阐明爱的至高性,将出于恐惧或贪图报偿的行为与出于真知之爱的行为相对照,指出爱乃是律法的完全。
Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ.1 αὕτη ἐστὶν ἡ ἀγάπη, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τὸν πλησίον, αὕτη εἰς τὸ ἀνεκδιήγητον ὕψος ἀνάγει· ›ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν‹, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίᾳ· ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ· δίχα ἀγάπης οὐδὲν εὐάρεστον τῷ θεῷ. τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις, φησί. τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν αὐτὸς καταξιώσῃ ὁ θεός; αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν. ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον· ἢν μὴ ἐκ διαθέσεως ἐκλεκτῆς, δἰ ἀγάπης γνωστικῆς μαρτυρήσω, λέγει, φόβῳ δέ.
因此,按照革利免的说法,我们对人之爱的那崇高而贞洁的品格寻求公共的益处,无论是通过作见证,还是借由行为和言语——即这非成文与成文的双重言语——来进行训育。这就是爱:爱神与爱邻人;这爱能引人达至无可言喻的高处: “爱遮盖许多的罪”,爱凡事包容,凡事恒久忍耐;爱使我们与神联合,在和睦中成全万事。神一切蒙选之人都在爱中得以完全;没有爱,在神面前就毫无可蒙喜悦的事。 “对于其完美,无法用言语述尽,”他说: “若非神自己认为配得的人,谁能被发现置身于其中呢?” 紧接着,使徒保罗说: “我若舍己身,”他说: “却没有爱,我就成了鸣的锣、响的钹。” 他说,若我不是出于被拣选的意向、借着真知之爱来作见证,而是出于恐惧。
εἴπερ οὖν καὶ μισθῷ προσδοκωμένῳ ἐπικροτῶν τὰ χείλη εἰς μαρτυρίαν κυρίου ὁμολογήσω κύριον, κοινός εἰμι ἄνθρωπος, ἠχῶν τὸν κύριον, οὐ γινώσκων. ἔστι γὰρ καὶ ὁ λαὸς ὁ τοῖς χείλεσιν ἀγαπῶν, ἔστι καὶ ἄλλος ὁ παραδιδοὺς τὸ σῶμα, ἵνα καυθήσεται. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, φησίν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικῆς λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἢ παρὰ τοῦ εὐεργετουμένου ἀνθρώπου ἢ παρὰ τοῦ ἐπηγγελμένου κυρίου· κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δἰ ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι. ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ μηδὲν διαφέρον λογιζόμενος.2 αἱ γενεαὶ δὲ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον· ἀλλ’ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσι χώραν εὐσεβῶν· οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.
因此,如果我巴望指望中的奖赏而动唇作主的见证承认主,那我不过是一个凡夫俗子,只是回荡着主的声音,却不认识祂。因为既有单凭嘴唇敬爱的人民,也有舍身叫火焚烧的另一个人。 “我若分派我一切所有的周济穷人,”他说,并非出于爱心团契的准则,而是出于报偿的准则——无论是来自受惠之人,还是来自许诺的主;“我若有全备的信,甚至能移山”,并弃绝使心灵昏暗的情欲,却若非出于爱信靠主,“我就算不得什么”;与那以真知作见证的人相比,我便被算在乌合之众中,与虚无毫无分别。 “从亚当直到今日,所有的世代都过去了;但那些凭神的恩典在爱中得以完全的人,占有敬虔之人的居所;他们必在基督国度的眷顾巡察中显露出来。”
ἡ ἀγάπη ἁμαρτάνειν οὐκ ἐᾷ· ἢν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτῃ τινὶ περιστάσει διὰ τὰς παρεμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν Δαβὶδ ψαλεῖ· ›ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον, φέροντα κέρατα καὶ ὁπλάς. ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.‹ λέγει γάρ· ›θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με·‹ ›θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.‹ ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὤν. οὗ ἡ ἀγάπη τῷ πλησίον οὐκ ἐργάζεται, μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτε, ἀγαθοποιοῦσα δὲ πρὸς πάντας ἁπαξαπλῶς κατ’ εἰκόνα θεοῦ. πλήρωμα οὖν νόμου ἡ ἀγάπη, καθάπερ ὁ Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν διδασκαλία τε καὶ πολιτεία. ἀγάπῃ γοῦν τὸ μὴ μοιχεῦσαι καὶ τὸ μὴ ἐπιθυμῆσαι τῆς τοῦ πλησίον3 τελειοῦται, φόβῳ πρότερον κεκωλυμένον. τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δἰ ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς ἐνεργούμενον.
爱不容人犯罪;但若因对敌者的突然袭击而违背心愿陷入此类境遇,他必效法大卫歌唱道: “我要赞美主,这便叫祂喜悦,胜过有角有蹄的年幼公牛。愿贫穷的人看见并喜乐。”因为经上说:“当向神献上赞美为祭,向主还你的愿;并在你患难的日子求告我,我必搭救你,你也要荣耀我”;因为“神所要的祭,就是忧伤的灵”。 因此神既是善的,也被称为爱。属祂的爱“不加害于邻舍”,既不行不义,也决不以恶报恶,而是照着神的形象,毫无例外地一律善待众人。 因此,“爱是律法的完全”,正如基督——即爱我们的主的临在,以及我们按基督而行的仁爱的教导与生活方式。无论如何,借着爱,不可通奸和不可贪恋邻人之〔妻〕的事得以完全,而这些此前只是因恐惧受到遏制。由此可见,完全相同的一件行为,究竟是出于恐惧而产生,还是出于爱而成就,究竟是凭信心还是以真知付诸实行,乃是有差别的。
- 4.18.111διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ
单数与格 τούτῳ 仅指代前项的 λόγῳ(“借着言语,且是这双重的言语:非成文的与成文的”),而非修饰前面的整个短语 ἔργῳ τε καὶ λόγῳ,用以补充说明施教的言语分为口头传述与成文文献两种形式。
- 4.18.112εἰς πλῆθος καὶ τὸ μηδὲν διαφέρον λογιζόμενος
分词 λογιζόμενος 为阳性单数主格,在意义上呼应 οὐθέν εἰμι 的第一人称主语,起同位语或说明性作用(意为“被算入/被归入”)。介词短语 εἰς πλῆθος 意为“归入大众之中”,随后的 καὶ τὸ μηδὲν διαφέρον 作为补充成分与之并列,意指“与虚无无异之物”。
- 4.18.113τῆς τοῦ πλησίον
属格冠词 τῆς 受动词 ἐπιθυμέω 支配(该动词常规要求属格宾语)。此处化用十诫的诫命(出20:17;申5:21),阴性单数冠词 τῆς 省略了阴性名词 γυναικός(“邻舍的[妻子]”)。
