- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.17.108-4.17.110
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引罗马的克莱门特书信,劝勉团体中各类成员恪守谦卑与生活秩序,指出领受更高真知者更须遵行规矩,并承担更大的责任与风险。
ἐντραπῶμεν οὖν τοὺς προηγουμένους ἡμῶν καὶ αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ θεοῦ.1 μακάριος γὰρ ὃς ἂν διδάσκῃ καὶ ποιῇ τὰ τοῦ κυρίου κατ’ ἀξίαν· μεγαλόφρονος δὲ ἐννοίας ἐστὶν καὶ θεωρητικῆς τῆς ἀληθείας. τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἁγνείας, φησίν, ἐνδειξάσθωσαν· τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν· τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσι τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν. τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαβέτωσαν· μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ καρδίᾳ. ἐρευνητὴς γὰρ ἐννοιῶν καὶ ἐνθυμημάτων· οὗ ἡ πνοὴ αὐτοῦ2 ἐν ἡμῖν ἐστι, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.
因此,让我们尊敬并敬畏引导我们的人,尊崇年长者,用神的管教教导年轻人。 因为凡按主当得的尊荣施教并行出主之道的人,是有福的;因为这属于崇高的意向和对真理的观照。 让我们引导我们的妻子向善,“让她们展示,”他说,“贞洁可爱的品格;彰显其温和纯全的志向;借着静默显出言语的谦逊;施予爱心不是凭偏私,而是圣洁地一视同仁地给予所有敬畏神的人。让我们的孩子领受在基督里的训导;让他们明白谦卑在神面前有何等功效,纯洁的爱在神面前有何等力量,主的敬畏是何等美善重大,拯救一切存清洁之心在其中圣洁行事的人。因为祂是意念和心思的鉴察者;祂的气息在我们里面,只要祂愿意,祂就将它收回。”
ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις· ›δεῦτε, τέκνα,‹ ὁ κύριος λέγει· ›ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; εἶτα ἑβδομάδος καὶ ὀγδοάδος μυστήριον γνωστικὸν ἐπιφέρει· ›παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον·3 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.‹ γνῶσιν γὰρ αἰνίττεται διὰ τούτων μετά τε ἀποχῆς κακῶν μετά τε ἐνεργείας ἀγαθῶν, ἔργῳ τε καὶ λόγῳ τελειοῦσθαι διδάσκων. ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
在基督里的信心使这一切得以坚立:“孩子们,来吧,”主说,“听从我,我要教导你们敬畏主。有谁切慕生命,爱慕得见美善的日子呢?” 随后,他引入了关于七和八的知者奥秘: “止住你的舌头不出恶言,禁止你的嘴唇不说诡诈之话;离恶行善,寻求和睦,一心追求。” 因为他借此暗示了那伴随着离绝邪恶与力行善事的真知,教导人在行为和言语上都得完全。 “主的眼目看顾义人,祂的耳朵垂听他们的祈求;但主的面容向行恶的人变色,要从地上除灭他们的纪念。”
ἐκέκραξεν δὲ ὁ δίκαιος καὶ ὁ κύριος εἰσήκουσε καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατο αὐτόν.‹ ›πολλαὶ μὲν γὰρ μάστιγες τῶν ἁμαρτωλῶν, τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει.‹ ὑπὸ πλήθους ἐλέου περιέχεσθαι τὸν ἐλπίζοντα γνησίως λέγει· ὅτι ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γέγραπται· διὰ Ἰησοῦ Χριστοῦ ἡ ἀσύνετος καὶ ἐσκοτισμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς. διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι. ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν· προδήλων οὖν ὄντων ἡμῖν τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη4 τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν, κατὰ καιροὺς τεταγμένους. ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ’ ἐν ἔργοις ἀγαθοῖς· ὁ ταπεινόφρων μαρτυρείτω μὴ ἑαυτῷ, ἀλλ’ ἐάτω ὑφ’ ἑτέρου αὑτὸν μαρτυρεῖσθαι· ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν. ὁρᾶτε, ἀδελφοί, ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ ὑποκείμεθα μᾶλλον κινδύνῳ.
“义人呼求,主便垂听,搭救他脱离一切患难。”“因为罪人的鞭笞固然繁多,但对主寄托盼望的人,必有慈爱环绕。” 他说,真正寄托盼望的人必被丰盛的慈爱所环绕;因为在《致哥林多人书》中写道: “借着耶稣基督,我们愚钝而昏暗的悟性重新绽放生机,迎向光明;借着祂,主宰愿我们尝到不朽之真知。” 他更为明确地将真知的特质也显明出来,接着说: “既然这些事对我们是显而易见的,并且我们已探入神圣真知的深处,我们就当在指定的时期,按次序遵行主宰所吩咐的一切。” “因此,智慧人不仅当以言辞,更当以善行彰显其智慧;谦卑人不可为自己作见证,而要听凭他人为自己作见证;肉身纯洁的人不可自夸,须知赐予他节制的是另一位。” “弟兄们,你们看,我们蒙配得的真知越多,我们所面临的危险也就越大。”
- 4.17.108τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ θεοῦ
动词 παιδεύω 采取双宾格(内部同源宾格)结构:施教对象 τοὺς νέους 与训练内容 τὴν παιδείαν τοῦ θεοῦ,意为“用神的教训教育年轻人”。
- 4.17.108οὗ ἡ πνοὴ αὐτοῦ
闪族语(希伯来风)的赘述结构,在关系代词 οὗ 所引导的从句内部,人称代词 αὐτοῦ 再次冗余地指代同一先行词,意即“祂的气息在我们里面”。
- 4.17.109τοῦ μὴ λαλῆσαι δόλον
带冠词的不定词属格。既可视为由动词 παῦσον 引出的分离属格(“使嘴唇止息而不说诡诈”),亦可视为表示否定目的或结果的属格不定词,两者的语义实质一致。
- 4.17.110καὶ ἐγκεκυφότες εἰς τὰ βάθη
虽然分词 ἐγκεκυφότες 通过 καὶ 与前面的属格独立结构(προδήλων ... ὄντων ἡμῖν τούτων)相连,但它却采用了主格复数形式。这是一种破格结构(anacoluthon),在语法上直接顺应了主句动词 ὀφείλομεν 的第一人称复数主语。
