← 亚历山太的革利免

杂记

§4.17.105-4.17.107

旧约义人的谦卑与真知者的模范

克莱门特引证《致哥林多人书》,将以诺、亚伯拉罕、约伯、摩西和大卫等旧约义人所展现的谦卑、顺服与好客,阐发为真知者(诺斯替者)的生活范型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17.105

Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν πίστιν ὑμῶν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν; ἀπροσωπολήπτως γὰρ πάντα ἐποιεῖτε, καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύεσθε καὶ τὰ ἑξῆς. εἶτ’ ἐμφανέστερον· ἀτενίσωμεν οὖν εἰς τοὺς τελείως λειτουργήσαντας αὐτοῦ τῇ μεγαλοπρεπεῖ δόξῃ. λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ Νῶε, ὃς πιστεύσας διεσώθη, καὶ Ἀβραάμ, ὃς διὰ πίστιν καὶ φιλοξενίαν φίλος θεοῦ, πατὴρ δὲ τοῦ Ἰσαὰκ προσηγορεύθη. διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων· διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη· δι’ ὑπομονὴν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισσαῖον, Ἰεζεκιήλ τε καὶ Ἰωάννην, τοὺς προφήτας.

此外,使徒克莱门特在《致哥林多人书》中,也亲自为我们勾勒出知者(诺斯替者)的某种范型,说道: “有谁寄居在你们当中,不称许你们满有诸般德行且坚固的信心呢?有谁不赞叹你们在基督里明慎温和的虔敬呢?有谁不宣扬你们慷慨好客的崇高品格呢?又有谁不称道你们完全而稳固的真知为有福呢?因为你们行事全无偏袒,遵行神的律例而行……” 等等。随后更为明确地: “因此,让我们定睛注视那些完全事奉祂崇高荣耀的人吧。让我们以以诺为例,他因顺服而被查出为义,便被接去;还有挪亚,他因信得救;还有亚伯拉罕,因着信心和好客,被称为神的朋友和以撒的父亲。因着好客与虔敬,罗得从所多玛得救;因着信心与好客,妓女喇合得救;因着忍耐与信心,他们身披山羊皮、绵羊皮和骆驼毛织物四处行走,宣扬基督的国度——我们所指的是先知们,即以利亚和以利沙,以及以西结和约翰。”

§4.17.106

ὁ γάρ τοι φίλος θεοῦ διὰ πίστιν ἐλευθέραν κληθεὶς Ἀβραὰμ οὐκ ἐπήρθη τῇ δόξῃ, μετριοπαθῶν δὲ ἔλεγεν· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. περί τε τοῦ Ἰὼβ οὕτως γέγραπται· ›Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινὸς καὶ θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.‹ οὗτος ὁ νικήσας δι’ ὑπομονῆς τὸν πειράσαντα καὶ μαρτυρήσας ἅμα καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ θεοῦ ταπεινοφροσύνης ἀντέχεται καὶ λέγει· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ εἰ μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ. Μωυσῆς, ὁ πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, πρὸς τὸν χρηματίζοντα ἐκ τῆς βάτου εἶπεν· τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος φωνὴν κυρίου διὰ γλώσσης ἀνθρωπίνης διακονῆσαι.1 καὶ πάλιν· ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ χύτρας. θεὸς γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

事实上,因着自由的信而被称为神之友的亚伯拉罕,并未因这荣耀而自高,反倒节制其情地说道: “我不过是尘土和炉灰。” 关于约伯也是这样记载的:“约伯为人公义而无可指责,真实且敬畏神,远离一切恶事。” 然而,这位借忍耐战胜试探者、既作了见证又蒙神见证的人,却坚守谦卑,说道: “没有一人是脱离污秽的,即使他的生命只有一日。” 摩西,“在神的全家尽忠的仆人”,对从荆棘中发声启示的主说道: “我是谁,祢竟差遣我?我本是拙口笨舌的”,不足以通过人的舌头来服事宣达主的声音。他又说: “我不过是锅中冒出的水汽。” 因为神阻挡骄傲的人,赐恩给谦卑的人。

§4.17.107

ναὶ μὴν καὶ Δαβίδ, ἐφ’ οὗ μαρτυρῶν ὁ κύριος λέγει· >εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ τὸν τοῦ Ἰεσσαί· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν·‹ ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θεόν· ›ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.‹ ἔπειτα τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν2 γνωστικῶς μετριοπαθῶν ἐπιφέρει· ›σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.‹ λέγει γάρ που ἡ γραφή· ›πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμεῖα τῆς γαστρός‹ καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν. οὕτως ἐγγίζει τοῖς δικαίοις ὁ κύριος καὶ οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν καὶ τῶν διαλογισμῶν ὧν ποιούμεθα· τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν·3 οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἡγιάσθη.

此外还有大卫,主为他作见证说: “我寻得合我心意的人,就是耶西的儿子大卫,我用圣膏油膏了他”;然而他自己也向神说道:“神啊,求祢按祢的大慈爱怜恤我,按祢丰盛的怜悯涂抹我的过犯。求祢将我的罪孽洗除净尽,并洁除我的罪。因为我知道我的过犯,我的罪常在我面前。” 接着,他暗示那不触犯外在律法的罪,以知者的方式克制己心,补充道: “我向祢单单犯罪,在祢眼前行了这恶。”因为经上某处说:“主的灵是灯,鉴察腹部深处。” 并且,人越是行义、越成为真知者,那光明的灵就越紧密地关注他。主就是这样临近义人,我们所怀的任何意念和推理都不能对祂隐瞒——我指的是主耶稣,祂照着全能者的旨意是我们心灵的鉴察者,祂的血已为我们被分别成圣。

语法注3 条
  1. 4.17.106ἰσχνόφωνος καὶ βραδύγλωσσος φωνὴν κυρίου διὰ γλώσσης ἀνθρωπίνης διακονῆσαι

    不定式 διακονῆσαι 紧随形容词短语 ἰσχνόφωνος καὶ βραδύγλωσσος,充当说明性(或结果性)不定式,界定其能力限度,意为“(在通过人的舌头宣达主声音的事上)拙口笨舌 / 拙口笨舌以致不能服事宣达主的声音”。

  2. 4.17.107τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν

    在分词结构中通常使用 μή 来表达假设或主观属性,但此处 οὐχ 与分词 ὑποπίπτουσαν 紧密结合,位于冠词 τὴν 与名词 ἁμαρτίαν 之间作定语修饰,表达的是客观事实的否定,即指“客观上不落入(外在实定)律法管辖之下的(内心)罪”。

  3. 4.17.107τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν

    宾格 τὸν κύριον Ἰησοῦν 在语法格位上并未依附于前句的主语 ὁ κύριος(或代词 αὐτόν),而是作为插入动词 λέγω(“我意指……”)的直接宾语,随后带出同位语短语 τὸν ... ἐπίσκοπον,属于典型的解释性说明句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.17.105-4.17.107