- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.16.102-4.16.104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引用《希伯来书》与《所罗门智训》,论述旧约时代的义人与殉道者如何凭着信心与忍耐承受苦难,并与我们一同在基督里达成同一完全的救恩。
εἶτά σοι σμῆνος ὑποδειγμάτων θείων παρίστησιν. ἦ γὰρ οὐ πίστει, φησί, δἰ ὑπομονῆς κατώρθωσαν οἱ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν λαβόντες,1 ἔτι δὲ δεσμῶν καὶ φυλακῆς; ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ. ἀπολείπεται νοεῖν τὸ κατὰ παρασιώπησιν εἰρημένον μόνοι.2
随后,他为你呈上一群神圣的榜样。难道不是凭着信心——他说——借着忍耐,那些受了戏弄和鞭打的试验,甚至受了捆锁和监禁的人才得以成全的吗?“他们被石头打死,受试探,被刀杀,披着绵羊、山羊的皮各处奔跑,受穷乏、患难、苦害——世界本配不上他们——在旷野、山岭、山洞、地穴漂流无定。这些人虽都借着信得了称许,却没有得着神的应许。” 余下的,是要去领悟那借由缄默而说出的词:“单独地”。
ἐπιφέρει γοῦν· περὶ ἡμῶν κρεῖττόν τι προειδομένου τοῦ θεοῦ,3 ἀγαθὸς γὰρ ἦν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος ἅγιον καὶ διειδὲς μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δἰ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. ὅτι μὲν οὖν μίαν σωτηρίαν λέγει ἐν Χριστῷ τῶν δικαίων καὶ ἡμῶν, σαφῶς μὲν εἴρηκεν πρότερον, οὐδὲν δὲ ἧττον καὶ περὶ Μωυσέως λέγων ἐπιφέρει· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν· πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. ἡ θεία σοφία περὶ τῶν μαρτύρων λέγει· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἳ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.
无论如何,他接着说: “因为神为我们预备了更美的事,”因祂本是良善的,“免得他们在没有我们的情况下得以完全。所以,我们既有这许多见证人如神圣又明澈的云彩围着我们,就当放下各样的重担和容易缠累的罪,存心忍耐,奔那摆在我们前头的路程,仰望为我们信心创始成终的耶稣。” 因此,他不仅在先前明白指出了义人与我们在基督里享有同一种救恩,而且在谈论摩西时同样补充道: “他看为基督受的凌辱比埃及的财物更宝贵,因他想望所要得的赏赐。他因着信离了埃及,不怕王怒;因为他恒心忍耐,如同看见那不能看见的主。” 神圣的智慧关于殉道者说道: “在愚人眼中,他们似乎死了,他们的离去被视为祸害,离开我们被当作毁灭;然而他们却在平安中。因为即便在人看来受了刑罚,他们的指望却满载着不朽。”
εἶτα ἐπάγει, κάθαρσιν ἔνδοξον τὸ μαρτύριον διδάσκουσα· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτούς, τουτέστιν εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθῆναι,4 καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, υἱοὺς κληθῆναι δηλονότι· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας.
随后她接着说,教导殉道乃是荣耀的洁净: “他们受了微小的管教,必蒙大恩,因为神试验了他们,”也就是说,为了考验和让试探者蒙羞,容许他们受试探,“并且见他们配得过自己,”显然是配称为儿子;“像炉中的金子一般试验了他们,又像全燔祭的供物接纳了他们。在眷顾他们的时期,他们必发光照耀,如同秸秆中的火星四处飞跑。他们必审判万国,统治万民,主必作王治理他们,直到永远。”
- 4.16.102ἦ γὰρ οὐ πίστει, φησί, δἰ ὑπομονῆς κατώρθωσαν οἱ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν λαβόντες
由疑问小词 ἦ γὰρ οὐ 引出的修辞反问句(“难道不是……吗?”),表达强烈的肯定断言。限定动词 κατώρθωσαν(成就、圆满完成)的主语是带冠词的分词短语 οἱ ... λαβόντες(那些领受了……的人),πίστει 作方式与手段的与格,δἰ ὑπομονῆς 作表示途径或方式的介词短语。
- 4.16.102ἀπολείπεται νοεῖν τὸ κατὰ παρασιώπησιν εἰρημένον μόνοι
非人称动词 ἀπολείπεται(“尚待……”、“剩下”)后接不定式 νοεῖν(“理解、领悟”)作主语,其宾语为带冠词的中性分词短语 τὸ ... εἰρημένον(“所说出的内容”)。μόνοι 为主格阳性复数,作为经文言外省略而由读者领会的补充词(“单独地/唯独他们自己”)被直接引用。
- 4.16.103περὶ ἡμῶν κρεῖττόν τι προειδομένου τοῦ θεοῦ
属格独立结构(genitive absolute)。由名词 τοῦ θεοῦ 与不定过去时中间态分词 προειδομένου 结合,表示原因或背景:“因为神为我们预先看明/预备了更美的事”。
- 4.16.104τουτέστιν εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθῆναι
克莱门特对引文中 ὁ θεὸς ἐπείρασεν αὐτούς(“神试验了他们”)的神学阐释。使用动词 εἴασεν 搭配宾格加不定式(αὐτοὺς πειρασθῆναι,即“容许他们受试验”),体现了神义论上的界定:并非神直接恶性试探,而是容许恶者试探他们,以作为考验并使试探者(τοῦ πειράζοντος,在 δυσωπίαν 之后作宾格性属格)蒙羞。
