← 亚历山太的革利免

杂记

§4.16.99-4.16.101

使徒书信中真诺斯替者的义与爱的实践

通过引用保罗书信、约翰书信及《希伯来书》,作者论述了真正的诺斯替者所当具备的准则,即由行为与观照达成的完全的义、爱心的实践、知足以及在苦难中的忍耐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16.99

Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.‹ τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς τὸ ῥῆμα τῷ στόματί σου ὅτι κύριος Ἰησοῦς καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. ἄντικρυς τελείαν δικαιοσύνην ὑπογράφει ἔργῳ τε καὶ θεωρίᾳ πεπληρωμένην. εὐλογητέον οὖν τοὺς διώκοντας· εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ θεὸν ἔγνωμεν, δι’ ὀλίγης ταύτης προφάσεως τὸ τῆς ἀγάπης ἔργον ἐνδεικνύμενοι, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.

“人心里相信就称义,口里承认就得救。”经上确实说:“凡信祂的人必不至于羞愧。” “这就是我们所传信主的道:你若口里承认耶稣是主这道,心里信神叫祂从死里复活,就必得救。” 他明确勾勒出借由行为与观照得以成全的完全的义。 因此应当为逼迫者祝福:“只要祝福,不可咒诅。” 因为我们的夸耀乃是这个,即我们良心的见证,见证我们在圣洁与诚实中认识了神,借着这微小的由头彰显爱的工作,“在世为人不是凭肉体的智慧,乃是凭神的恩惠。”

§4.16.100

ταῦτα μὲν περὶ τῆς γνώσεως ὁ ἀπόστολος· τὴν δὲ κοινὴν διδασκαλίαν τῆς πίστεως ὀσμὴν γνώσεως εἴρηκεν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα τοῖς πολλοῖς ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον κατὰ τὴν πρὸς τὸν κύριον ἐπιστροφήν. διὰ τοῦτο καὶ ἀνάστασιν ἔδειξε τοῖς διορᾶν δυναμένοις τὴν ἔτι ἐν σαρκὶ ἐκ τοῦ βίου τοῦ ἕρποντος ἐπὶ κοιλίᾳ.1 ἔνθεν καὶ γεννήματα ἐχιδνῶν τοὺς τοιούτους ἐκάλεσεν, τοὺς φιληδόνους, τοὺς γαστρὶ καὶ αἰδοίοις δουλεύοντας, καὶ τὰς ἀλλήλων διὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀποτέμνοντας κεφαλάς. τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, φησὶν Ἰωάννης τελείους εἶναι διδάσκων, ἀλλ’ ἐν ἔργῳ καὶ ἀληθείᾳ. ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν. εἰ δὲ ἀγάπη ὁ θεός, ἀγάπη καὶ ἡ θεοσέβεια· φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. αὕτη ἐστὶν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. πάλιν τε αὖ τῷ γνωστικῷ ποθοῦντι γενέσθαι γέγραπται· ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ· πίστεως γάρ, οἶμαι, τελειότης πρὸς τὴν κοινὴν διαστέλλεται πίστιν.

这些是使徒关于知识所说的话;另一方面,他在《哥林多后书》中把信仰的共同教导称为“知识的香气”。 “因为直到今日,多数人在诵读旧约的时候,这同样的帕子还存留着”,没有因归向主而被揭去。因此,对于能够明察的人,他也显明了那尚在肉身之中、脱离腹行之生活的复活。由此他也把这类人——那些嗜好宴乐者、腹部和生殖之欲的奴隶,以及为了世俗欲望割下彼此首级的人——称为“毒蛇的种类”。 “小子们哪,我们相爱,不要只在言语和舌头上,”约翰教导他们成为完全人时说道,“总要在行为和诚实上。从此就知道我们是属真理的。” 神若是爱,敬虔也是爱:“爱里没有惧怕;爱既完全,就把惧怕除去。” “我们遵守神的诫命,这就是爱祂了。” 再者,针对渴望成为诺斯替者的人,经上又写道:“总要在言语、为人、爱心、信心、清洁上,都作信徒的榜样”;因为我认为,完全的信心乃是区别于普通的信心。

§4.16.101

καὶ δὴ γνωστικοῦ κανόνα ὁ θεῖος ἀπόστολος διὰ τοσῶνδε παρίστησι, τοῦτο μὲν γράφων ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, τοῦτο δὲ καὶ πρὸς ἐντροπὴν ἄλλοις διαλεγόμενος οὐκ ὀκνεῖ λέγειν· ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται. καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἡμεῖς δὲ οὔκ ἐσμεν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.2

确实,这位神圣的使徒通过如此多的话语阐明了诺斯替者的准则,他一方面写道:“因为我已经学会了,无论在什么景况都可以知足。我知道怎样处卑贱,也知道怎样处丰富;或饱足,或饥饿,或有余,或缺乏,随事随在,我都得了秘诀。我靠着那加给我力量的,凡事都能做”;另一方面,在对其他人说话使之知耻时,他也不避讳说道: “你们要追念往日,在那些日子里,你们蒙了光照以后就忍受了大争战的各样苦难:一面被毁谤、遭患难,成了戏景;一面陪伴这样受苦的人。因为你们体恤了我的捆锁,并且你们的家业被人抢去,也欢喜接受,知道自己有更美长存的家业。所以,你们不可丢弃勇敢的心,存这样的心必得大赏赐。你们必须忍耐,使你们行完了神的旨意,就可以得着所应许的:‘因为还有一点点时候,那要来的就来,并不迟延。只是我的义人必因信得生;他若退后,我心里就不喜欢他。’我们却不是退后入沉沦的那等人,乃是有信心以致灵魂得救的人。”

语法注2 条
  1. 4.16.100ἀνάστασιν ἔδειξε τοῖς διορᾶν δυναμένοις τὴν ἔτι ἐν σαρκὶ ἐκ τοῦ βίου τοῦ ἕρποντος ἐπὶ κοιλίᾳ

    动词 ἔδειξε 的直接宾语是 ἀνάστασιν,而后置的定冠词 τὴν 通过隔置修饰法(hyperbaton)再次修饰 ἀνάστασιν 并引出介词短语(ἔτι ἐν σαρκὶ ἐκ τοῦ βίου...),意为“尚在肉身之中脱离腹行生活(即沉溺肉欲的生活)的复活”。

  2. 4.16.101ἡμεῖς δὲ οὔκ ἐσμεν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς

    名词 ὑποστολῆς 与 πίστεως 作不完全不及物动词 ἐσμέν 的表语,属于表示性质或从属的属格(predicate genitive of characteristic/possession),意为“我们不是属于后退的人……乃是属于有信心的人”(直接引自《希伯来书》10:39)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.16.99-4.16.101