- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.15.97-4.15.98
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐释了保罗在哥林多前书中关于知识、基督徒自由、肉市所售之肉以及使徒权柄的论述,指出信徒当遵循使徒公函的禁令,为顾全软弱者的良心而实行克己与节制。
Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις ἡ ἐν ὀλίγοις παραδιδομένη· εἰσὶ δὲ οἵ φασι τὴν περὶ τῶν εἰδωλοθύτων γνῶσιν οὐκ ἐν πᾶσι φέρειν, μή πως ἡ ἐξουσία ἡμῶν πρόσκομμα τοῖς ἀσθενέσι γένηται· ἀπόλλυται γὰρ ὁ ἀσθενῶν τῇ σῇ γνώσει. κἂν φάσκωσι πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἀγοράζειν δεῖ, κατὰ πεῦσιν ἐπάγοντες τὸ μηδὲν ἀνακρίνοντες ἐπ’ ἴσης τῷ ἀνακρίνοντες,1 γελοίαν ἐξήγησιν παραθήσονται. ὁ γὰρ ἀπόστολος πάντα φησὶ τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες, καθ’ ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικὴν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς δι’ αὐτοῦ διακονοῦντος τοῦ Παύλου· ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν. ἕτερον οὖν ἐστι τὸ εἰρημένον πρὸς τοῦ ἀποστόλου· μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησίν, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν2 καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί· μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους3 ὑπόδειγμα τοῖς μανθάνουσιν ἄχραντον ἐκκεῖσθαι προσήκει.
“我们晓得我们都有知识”,这是指在日常事物中的共同知识,以及“神只有一位”的知识;因为他是写信给信徒的。由此他又补充说:“但这种知识不是人人都有的”——即那只在少数人中流传的知识。但也有人认为,这是说并非人人都有关于祭偶像之物的知识,“免得我们的这权利成了软弱人的绊脚石;因为那软弱的人因你的知识就灭亡了。” 即使他们声称“凡肉市上所卖的都应当买”,并以疑问的语气附加上“不要问什么”一句,使之等同于“要查问着买”,他们也将提出荒谬的解释。因为使徒的意思是说:“凡别的东西,从肉市上买来,都不要问什么”,但这须排除全使徒在大公书信中所明确宣告的事项——这书信是本着圣灵的美意写在《使徒行传》中,并通过保罗本人的执事之劳传达给信徒的。因为他们宣告说:“必须禁戒祭偶像的物、血、勒死的牲畜和奸淫;这几样你们若能自己保守不犯,就好了。” 因此,使徒所说的乃是另一层用意:“难道我们没有权柄吃喝吗?难道我们没有权柄带着信主的姊妹作妻子往来,仿佛其余的使徒和主的弟兄并矶法一样吗?然而我们没有用过这权柄,”他说,“反倒凡事忍受,免得基督的福音受阻碍。”这或者是为了避免随身带着负担,而在一切事上本应轻松自如;或者是为了避免在那些愿意克制自己的人面前成为恶表,使他们受到怂恿,无所畏惧地吃所摆上的东西,并任意与妇女交往;尤其是那些受托承担如此重大职分的人,理应作为纯全无瑕的榜样展示在学者面前。
ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, φησίν, ἵνα τοὺς πάντας κερδήσω, καὶ πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἀλλὰ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, γνωστικὴ γάρ, ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίᾳ μιμούμενος ὃ μὴ γινώσκει, καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; πάντα οὖν ὅσα ποιεῖτε εἰς δόξαν θεοῦ ποιεῖτε· ὅσα ὑπὸ τὸν κανόνα τῆς πίστεως ποιεῖν ἐπιτέτραπται.
“我虽是自由的,无人管辖,”他说,“然而我作了众人的仆人,为要得着众人”;并且,“凡较力争胜的,诸事都有节制”;“但地和其中所充满的都属乎主。”因此,为了良心的缘故,对该禁戒的应当予以禁戒。“我所说的良心,不是自己的”——因为那是属诺斯替的——“乃是别人的”,免得他因无知而受到不良的促动,模仿自己所不理解的事,从而变得肆无忌惮而非志存高远。“我这自由为什么被别人的良心论断呢?我若谢恩而吃,为什么因我谢恩的物被人毁谤呢?所以,你们无论做什么,都要为荣耀神而行”——即凡在信仰准则之下获准去行的事,都要这样行。
- 4.15.97κατὰ πεῦσιν ἐπάγοντες τὸ μηδὲν ἀνακρίνοντες ἐπ’ ἴσης τῷ ἀνακρίνοντες
κατὰ πεῦσιν(作为疑问)指将使徒保罗在《哥林多前书》10:25中的短语 μηδὲν ἀνακρίνοντες 篡改为反问句的曲解做法。ἐπ’ ἴσης τῷ ἀνακρίνοντες(与“查问着”等同)揭示了论敌如何通过将带有否定词的短语读为疑问句,从而把意思扭曲为肯定祈使(“难道不该查问吗?”),革利免直指这是一种荒谬的解释(γελοίαν ἐξήγησιν)。
- 4.15.97οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν
与格分词 οἰκοδομουμένοις 与前项 τοῖς θέλουσιν ἐγκρατεύεσθαι(愿意克制自己的人)一致,描述了若使徒树立坏榜样会对这些人产生的不良后果(借用了《哥林多前书》8:10中软弱的良心被“建立/促动”去吃祭偶像之物的反讽用法),并引出其结果/目的(εἰς τὸ...)。
- 4.15.97τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους
完成时被动分词 πεπιστευμένους 带直接宾格 τηλικαύτην οἰκονομίαν(属于托付类动词的保留宾格结构:主动语态中的与格在被动中变为主格/语义主语,而主动语态的宾格得以保留)。整组宾格短语作非人称动词 προσήκει 所支配的不定词 ἐκκεῖσθαι 的逻辑主语。
