- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.14.95-4.14.96
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引用福音书中关于爱仇敌与同化于神的教训,将“对头”解释为魔鬼而非肉体,并通过对保罗书信的阐释断言,任何受造物或违抗信仰的人类行径都无法使诺斯替式殉道者与神的爱隔绝。
Ὅση δὲ καὶ χρηστότης·1 ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δ’ αὖ φησιν· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ· ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ’ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δι’ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ. οὐχ οἷόν τε οὖν μὴ παθεῖν2 τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· μή ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ τῆς ἀρχῆς τοῦ διαβόλου.
这是何等浩大的恩惠!他说:“要爱你们的仇敌,赐福给咒诅你们的人,为凌辱你们的人祷告”,诸如此类;他又补充道:“使你们可以作你们天父的儿子”,以此暗指同化于神。他又再次说道:“你同告你的对头还在路上,就赶紧与他和息。”但对头并不是某些人所主张的肉体,而是魔鬼(以及与魔鬼同化之人),他在这属地的生活中通过热中于其作为的人与我们同行。因此,那些自称属于基督却从事魔鬼作为的人,不可能不受最严厉的惩罚;因为经上记着说:“免得他随时把你送交法官,法官又把你送交差役”——即魔鬼统治的差役。
πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, ὁ κατ’ ἐπιφορὰν τῶν διωκόντων, οὔτε ζωή, ἡ κατὰ τὸν βίον τοῦτον, οὔτε ἄγγελοι, οἱ ἀποστάται, οὔτε ἀρχαί (ἀρχὴ δὲ τῷ Σατανᾷ ὁ βίος ὃν εἵλετο· τοιαῦται γὰρ αἱ κατ’ αὐτὸν ἀρχαί τε καὶ ἐξουσίαι τοῦ σκότους. οὔτε τὰ ἐνεστῶτα, ἐν οἷς ἐσμεν κατὰ τὸν τοῦ βίου χρόνον, ὡς τοῦ μὲν στρατιώτου ἡ ἐλπίς, τοῦ ἐμπόρου δὲ τὸ κέρδος, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα κατ’ ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει προαιρουμένῳ (κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται ἔργον ἡμέτερον οὖσα)· ἡ τοιάδε ἐνέργεια οὐ δυνήσεται3 ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἔχεις συγκεφαλαίωσιν γνωστικοῦ μάρτυρος.
“因为我深信,无论是死”——由逼迫者的袭击带来的死——“是生”——此世的生——“是天使”——背叛的天使——“是执政的”——(对撒旦而言,执政乃是他所选择的行径;因为属于他的黑暗执政与掌权之流便是如此)——“是现在的事” ——我们在人生岁月中所处的际遇,犹如士兵的希望,商人的利润——“是高处的,是低处的,还是任何别的受造之物”——依照那决意违抗信仰之人所特有的行径(“受造之物”也可同义地称为行径,即我们的作为)——这样的一种行径“都不能叫我们与神在我们的主基督耶稣里的爱隔绝。”至此,你已掌握了诺斯替式殉道者的概要。
- 4.14.95Ὅση δὲ καὶ χρηστότης
带有省略系动词的感叹结构。关系形容词 ὅση 带有感叹意味,表示“这是何等浩大的恩惠!”,引出后文所引用的经文作为依据。
- 4.14.95οὐχ οἷόν τε οὖν μὴ παθεῖν
双重否定结构,由 οὐχ οἷόν τε(不可能)结合不定式否定词 μή 及不定式 παθεῖν 构成,表示强烈的必然性(“不可能不受……”,即“必然要遭受……”)。不定式 παθεῖν 的逻辑主语是宾格分词短语 τοὺς ὁμολογοῦντας ... καταγινομένους。
- 4.14.96οὔτε τις κτίσις ἑτέρα κατ’ ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει προαιρουμένῳ (κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται ἔργον ἡμέτερον οὖσα)· ἡ τοιάδε ἐνέργεια οὐ δυνήσεται
结构复杂的句式,克莱门特在引用罗马书 8:38-39 的并列主语时插入了自己的哲学与神学阐释。在主语并列(οὔτε θάνατος ... οὔτε τις κτίσις ἑτέρα)的末尾,他将 κτίσις(受造物)阐释为同义于人的“活动(ἐνέργεια)”。随后通过断文重拾(anacoluthon)的代词主语 ἡ τοιάδε ἐνέργεια(如此的行径)来总括这一被重新界定的主语,并与主句谓语动词 οὐ δυνήσεται ἡμᾶς χωρίσαι 形成主谓搭配。
